In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
οἱ κυρτοὶ τοῦτο, τὸν τράχηλον ἀναγκάζονται πρὸς τοὐπίσω,
τοῖς αὐτῶν σφονδύλοις ὀλίγον εἰς τοῦτο συντελοῦσιν, ὡς ἂν
ἐλαχίστην ἔχουσι τὴν κίνησιν, ἔνθα μάλιστα ταύτην ἀξιόλογον
εὑρίσκουσιν, ἐνταῦθα πλεῖστον ἀνανεύουσιν. εὑρίσκεται
δὲ κατὰ τὴν τῶν πρώτων δυοῖν σφονδύλων διάρθρωσιν, ἣν
πρὸς ἀλλήλους καὶ τὴν κεφαλὴν ἔχουσιν. ὅπερ οὖν τοῖς
ἀπαθέσιν ἄγουσιν εἰς ὀπίσω τὴν κεφαλὴν γίνεται σχῆμα,
κατὰ τὴν διάρθρωσιν αὐτῆς, τοῦτο τοῖς κυφοῖς ὀρθουμένοις·
καὶ δὴ καὶ ὥσπερ οἱ κατὰ φύσιν ἔχοντες ἐξεχέβρογχοι
γίνονται κατὰ τὰς εἰς τοὐπίσω τῆς κεφαλῆς ἀνανεύσεις,
οὕτως οἱ κυφοὶ κατὰ τὰς ὀρθίας τάσεις. ἐξεχεβρόγχους
δηλονότι καλεῖ τοὺς ἐξέχοντας εἰς τοὐπίσω, εἰς τὸ
πρόσω τὴν δίκην ἔχοντας. οὕτως δ’ εἰκὸς ὀνομάζειν αὐτὸν,
ἤτοι τὴν τραχεῖαν ἀρτηρίαν ὅλην ἢ μόνον τὸν φάρυγγα, καὶ
τοῦτ’ ἔστι τὸ μάλιστα κερχνώδη τὴν ἀναπνοὴν ἐργαζόμενον,
ἀμέλει καὶ τοῖς κοιμωμένοις ἐν τοιούτῳ σχήματι μάλισθ’
ὑπάρχει τὸ ῥέγχειν. διὰ τοῦτ’ ἔφη· καὶ γὰρ τοῖσιν ὀρθοῖσι
φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἢν ἔσω ῥέψῃ,
ἔς τ’ ἂν ἀναπιεχθῇ τοῦτο τὸ ὀστέον, ἀναφορικῶς εἰπὼν ἐπὶ
Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]