Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Articulis (On Hippocrates' Joints)

Kühn 1829

ἀκριβῶς ἐχόντων τὰ σκέλη ὀρθά. δηλοῦται δὲ τοῦτο κἀξ ὧν Ἀρχίλοχος εἶπεν, οὐ φιλέω μέγαν στρατηγὸν, οὐδὲ διαπεπηγμένον, ἀλλ’ ὅς μοι, φησὶ, μακρὸς εἵη καὶ περὶ κνήμας ἰδεῖν ῥοικοὺς, ἀσφαλέως βεβηκὼς ποσὶ, καρδίας πλέως. οὐ μὴν εἴς τε τὰ προκείμενα νῦν ἡμῖν ἡ ἀκρίβεια συντελεῖ τῆς εὑρέσεως τοῦ σημαινομένου πρὸς τῆς κυλλὸν φωνῆς. ἐκ τοῦ λόγου πάντως γίνεται δῆλον ὡς Ἱπποκράτης οὐκ ἄδηλός ἐστιν. ὅταν γοῦν εἰς τὴν ἐκτὸς χώραν μεταστῇ τὸ ἄρθρον, ἵστασθαί φησι δύνασθαι τούτους μᾶλλον ἢ εἰ ὀπίσω μετασταίη. κατὰ θάτερον γὰρ ὁ ποὺς γίνεται τῷ παντὶ σώματι τοῖς ἔξω μετεστηκὸς ἔχουσι τὸ κατ’ ἰσχίον ἄρθρον. ἀποκεχώρηκε δὲ τῆς εὐθυωρίας ἐκτὸς, οἷς ἐβλήθη τὸ σκέλος. ἴσμεν δὲ καὶ αὐτῶν τῶν ἀνθρώπων ὅσοι φύσει βλασσότεροι χεῖρον ἱσταμένους ἅπαντας καὶ μήτε θεῖν ὠκέως δυναμένους εὐανατρέπτους τε γινομένους καὶ καταπίπτοντας ἑτοίμως ἐπὶ σμικραῖς προφάσεσι. ταύτην οὖν τὴν διαφορὰν τῶν πραγμάτων μεγίστην μὲν δύναμιν ἔχειν ἐν τῷ ἰσχίῳ, δευτέραν δ’ ἐν τῷ γόνατι, καὶ τρίτην ἐν τῷ σφυρῷ· κατὰ γὰρ τὸ

Work

Title: Galen: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 300-767

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_109.xml [830 Kb]