Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Articulis (On Hippocrates' Joints)

Kühn 1829

μέγεθος δηλονότι τῆς διαρθρώσεως καὶ τῆς βλάβης ἕπεται μέγεθος. ἐκ τούτων οὖν δῆλον ὡς ἄμεινον ἵστανται καὶ βαδίζουσιν οἷς εἰς τὴν ἔξω χώραν ὤλισθεν ἡ κεφαλὴ τοῦ μηροῦ, περὶ ἧς ὀλίγον ὕστερον ἐρεῖ.

Ἥ γε μὴν ξυναύξησις τῶν ὀστέων τοιήδε γίνεται· οἷσι μὲν οὖν κατὰ τὸ σφυρὸν ὀστέον τὸ τῆς κνήμης ἐκστῇ, τούτοισι μὲν τὰ τοῦ ποδὸς ὀστέα ἥκιστα ξυναύξεται. ταῦτα γὰρ ἐγγυτάτω τοῦ τρώματός εἰσι, τὰ δὲ τῆς κνήμης ὀστέα αὔξεται μὲν, οὐ πολὺ δὲ ἐνδεεστέρως. αἱ μέντοι σάρκες μινύθουσιν, οἷσι δ’ ἂν κατὰ μὲν τὸ σφυρὸν μένῃ τὸ ἄρθρον κατὰ φύσιν, κατὰ δὲ τὸ γόνυ ἐξεστήκῃ, τούτοισι τὸ τῆς κνήμης ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως, ἀλλὰ βραχύτατον γίνεται. τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν· τοῦ μέντοι ποδὸς τὰ ὀστέα μινύθει μὲν, ἀτὰρ οὐχ ὁμοίως ὥσπερ ὀλίγον τι πρόσθεν εἴρηται, ὅτι τὸ ἄρθρον τὸ παρὰ τὸν πόδα σῶόν ἐστιν. εἰ δὲ οἱ χρέεσθαι ἠδύναντο, ὥσπερ καὶ τῷ κυλλῷ, ἔτι ἂν ἧσσον

Work

Title: Galen: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 300-767

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_109.xml [830 Kb]