In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
τοῦτο μὲν βραχύτερον φαίνεται. ἔσωθεν δὲ ὁ μηρὸς παρὰ
τὴν πληχάδα καλεομένην κυλλότερος καὶ ἀσαρκότερος γίνεται,
ἔξωθεν δὲ ὁ γλουτὸς κυρτότερος, ἅτε ἐς τὸ ἔξω
τῆς κεφαλῆς τοῦ μηροῦ ὠλισθηκυΐας· ἀτὰρ καὶ ἀνωτέρω
φαίνεται ὁ γλουτὸς, ἅτε ὑπειξάσης τῆς σαρκὸς τῆς ἐνταῦθα
τῇ τοῦ μηροῦ κεφαλῇ, τὸ δὲ παρὰ τὸ γόνυ τοῦ
μηροῦ ἄκρον εἴσω ῥέπον φαίνεται καὶ ἡ κνήμη καὶ ὁ πούς.
Περὶ τῆς δευτέρας διαφορᾶς τῶν εἰς τὸ ἰσχίον ἐξαρθρήσεων ὁ λόγος αὐτῷ νῦν ἐστι, τὰ φαινόμενα νοσήματα διηγουμένῳ καὶ τὰς αἰτίας αὐτῶν προστιθέντι, καθάπερ ἐπὶ τῶν πασῶν ἐποίησεν ἐμπειρικῆς διδασκαλίας οὔτε ἀπολιπών τι. σαφὴς δὲ καὶ οὗτος ὁ λόγος ἐστὶ σύμπας.
Ἀτὰρ οὐδὲ ξυγκάμπτειν ὥσπερ τὸ ὑγιὲς σκέλος δύνανται. τὰ μὲν οὖν σημήϊα ταῦτα τοῦ ἔξω ἐκπεπτωκότος μηροῦ εἰσι.Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]