Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Articulis (On Hippocrates' Joints)

Kühn 1829

τῶν σκελῶν. εἰ μέντοι μέγιστον διαβαίνειν ἐπιχειρήσειεν, ἐρείδουσι μὲν ἐν ἀρχῇ τὴν πτέρναν, ὕστερον δ’ ὅταν ἤδη μεταφέρωσι πρὸς τὸ ἕτερον σκέλος, τηνικαῦτα καὶ τῷ πεδίῳ στηρίζονται καὶ τελευτῶντες ὅταν ὁμοίως ἐπὶ πλεῖστον προβαίνοντες θατέρῳ, κατὰ γῆς ἄρχονται τὴν πτέρναν ἐρείδειν, τότε καὶ τοῦ πρότερον ἐστηριγμένου ποδὸς ἐπαίρουσι μὲν τὴν πτέρναν, ἐρείδουσι δὲ κατὰ τῆς γῆς ἄκρους τοὺς δακτύλους. αὕτη μὲν ἡ τῶν κατὰ φύσιν ἐχόντων ὁδοιπορία· τῶν δ’ ἐκ πάθους τινὸς ἤτοι μακρότερον ἐχόντων τὸ σκέλος αἰτία μὲν ἑκατέρων διττὴ, τῶν μὲν προτέρων ὑγρότης πολλὴ τοῦ νευρώδους γέγονεν ἢ ἐξαρθρήματος εἶδος, ὅσον καὶ νῦν πρόκειται. τρόπος δὲ βαδίσεως τῶν μὲν προτέρων οἷος ὀλίγον ἔμπροσθεν εἴρηται, τῶν δὲ δευτέρων ὁποῖον νῦν διηγεῖται. πρῶτον μὲν διδάξας ὅτι τὴν κεφαλὴν τοῦ μηροῦ σαρκῶδες ὑποδέχεται χωρίον, οὐχ ὥσπερ ἐπὶ τῆς ἑτέρας ἐκπτώσεως ὀστοῦ. ἥκει τοιγαροῦν αὕτη τὸ σαρκῶδες τοῦτο καὶ τῶν μυῶν ἐπὶ τὴν ἰδίαν ἑκάστου κεφαλὴν ἀνασπωμένων συνανασπᾶσθαι συμβαίνει τὸν ὅλον μηρόν. εἰκότως οὖν

Work

Title: Galen: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 300-767

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_109.xml [830 Kb]