In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
Τίνα μέν ἔσιν ἔναιμα ἐπίτεγκτα πρόσθεν εἴρηται. τῆς βοτάνης δὲ τῆς πολυοφθάλμου καλουμένης, ἥτις καὶ βοὸς ὀφθαλμὸς ὀνομάζεται, τῷ φύλλῳ χρῆσθαι κελεύει παραπλησίως, ὡς ἔμπροσθεν ἐχρῆτο τῷ τοῦ βηχίου, τὴν αὐτὴν ἔχοντι καὶ τούτῳ δύναμιν. μέμνηται δὲ ταύτης τῆς βοτάνης καὶ Διοκλῆς ἐν τῷ περὶ λαχάνων. τὸ μέντοι κεφάλαιον ὅλης τῆς θεραπείας φησὶ χρῆναι ποιεῖσθαι τοιοῦτον, οἷον κἀπὶ τῶν τῆς κεφαλῆς καταγμάτων ἐδήλωσεν. ἐν ἐκείνῳ τῷ βιβλίῳ καὶ ἡμῖν ἐδείχθη ξηραντικώτερος ὁ τρόπος εἶναι τῆς θεραπείας ἐκείνης, ἧς κατὰ τὸ περὶ ἑλκῶν βιβλίον ἐποιήσατο καὶ μάλιστα τῆς κατὰ ἄρθρα.
Κεκάμφθαι δὲ μᾶλλον ἢ ἐκτετάσθαι πᾶν τὸ σῶμα χρή. προσδέχεσθαι μέντοι κατὰ τοὺς δακτύλους τὰ ἄρθρα τὰ ἐμβαλλόμενα ἀποστατικὰ ἔσεσθαι· τὰ γὰρ πλεῖστα οὕτω γίνεται, ἢν καὶ ὁτιοῦν φλεγμονῆς ὑπογένηται, ὡς εἰ μὴ δι’ ἀμαθίην τῶν δημοτέων ἐν αἰτίῃ ἔμελλεν ὁ ἰητρὸς ἔσεσθαι,Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]