In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
Ἢν δὲ ἐς τὸ ἔξω ἡ κεφαλὴ τοῦ μηροῦ ὀλισθῇ, τὰς μὲν κατατάσιας
ἔνθα καὶ ἔνθα χρὴ ποιέεσθαι, ὥσπερ εἴρηται
τοιουτοτρόπως. τὴν δὲ μόχλευσιν πλάτος ἔχοντι μοχλῷ μοχλεύειν
χρὴ ἅμα τῇ κατατάσει ἐκ τοῦ ἔξω μέρους ἐς τὸ
εἴσω ἀναγκάζοντα, κατά τε αὐτὸν ἤδη τὸν γλουτὸν τιθέμενον
τὸν μοχλὸν καὶ ὀλίγῳ ἀνωτέρω. ἐπὶ δὲ τὸ ὑγιὲς
ἰσχίον κατὰ τὸν γλουτὸν ἀντιστηριζέτω τις τῇσι χερσὶν,
ὡς μὴ ὑπείκῃ τὸ σῶμα ἢ ἑτέρῳ τινὶ τοιούτῳ μοχλῷ
ὑπερβάλλων καὶ ἐρείσας ἐκ τῶν καπέτων τὴν ἁρμόζουσαν
ἀντικατασχέτω. τοῦ δὲ μηροῦ τοῦ ἐξηρθρηκότος τὸ παρὰ
τὸ γόνυ εἴσωθεν ἔξω παραγέτω ἡσύχως. ἡ δὲ κρέμασις
οὐχ ἁρμόσει τούτῳ τῷ τρόπῳ τῆς ὀλισθήσιος τοῦ ἄρθρου·
ὁ γὰρ πῆχυς τοῦ ἐκκρεμαμένου ἀπωθέοι ἂν τὴν
κεφαλὴν τοῦ μηροῦ ἀπὸ τῆς κοτύλης. τὴν μέντοι ξὺν τῷ
ὑποκειμένῳ ξύλῳ μόχλευσιν μηχανήσαιτ’ ἄν τις, ὥστε
ἁρμόζειν καὶ τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ἔξωθεν
προσαρτέον. ἀλλὰ τί καὶ δεῖ πλείω λέγειν; ἢν γὰρ ὀρθῶς
Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]