In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
κλείς ἐστι. καὶ ἔγωγ’ ἐπειράθην αὐτὸς ἐπ’ ἐμαυτοῦ
καμπτομένης αἰσθανόμενος τῆς κλειδὸς, ἔσφυζε γὰρ διὰ βάθους
ὁπότε σφοδρῶς κατασπασθῇ τῷ βιαίῳ τῆς ἐπιδέσεως,
ὑπέμεινα δὲ τοῦτο μέχρι μ΄ ἡμέρας, ἐν αἷς οὕτω προσήχθη
τῇ κεφαλῇ τοῦ βραχίονος ἡ κλεὶς, ὥστε τοὺς μὲν νῦν ὁρῶντας
ἀπιστεῖν εἰ ἀπεσπάσθη ποτὲ, τοὺς δὲ ἰδόντας ὁπόταν
ἀπεσπάσθη, τριῶν δακτύλων διάστημα τὸ μεταξὺ γενόμενον
ὑπερθαυμάζειν τὸ πρᾶγμα. συνέβη μέντοι τὸν βραχίονα
τελείως ἀτροφῆσαι κατ’ ἐκεῖνον τὸν χρόνον, ὡς ἰσχνὸν παντελῶς
γενέσθαι, συνατροφῆσαι δ’ αὐτῷ καὶ τὸν πῆχυν.
ἀλλὰ ταῦτα μὲν ἐπανορθωσάμενος ἑνὶ βοηθήματι τῷ τῆς
ἐπιδέσεως ἀνετράφη σύμπαν τὸ κῶλον, οὐκ ἐν πολλῷ χρόνῳ
μετὰ τὸ λυθῆναι τοὺς ἐπιδέσμους. ἐπὶ δὲ μειρακίου
καὶ μᾶλλον ἐπὶ παιδίων ἑτοιμότερον ἡ ἐπίδεσις καταναγκάζοι
τὸ ὀστοῦν· ἐμοὶ μὲν γὰρ ἔτος ἄγοντι ε΄ καὶ λ΄ οὕτω
παθεῖν ἐν παλαίστρᾳ συνέβη, οὐ μὴν ἄλλον γέ τινα τῶν
ἤδη τελείων ἐδυνήθην ὁμοίως ἰάσασθαι διὰ τὸ μὴ φέρειν
αὐτοὺς τὸ βίαιον τῆς ἐπιδέσεως. ἐγὼ δ’ οὖν καὶ αὐτὸς
ἠσθανόμην ψυχροῦ τοῦ χωρίου πάντως, ὡς ἀναγκάζεσθαι
Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]