In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
τὸ λεγόμενον, τὸ οὕτω ἐγγυτάτω τὸ πυκινοκινήτου ἡ κλείς ἐστι πλησίον τοῦ κατ’ ὦμον ἄρθρου.
Εἰ οὖν τις τῇ μὲν ἐπιδέσει χρῷτο τῇ νομίμῃ τοῦ ταχέως συναλθεσθῆναι εἵνεκα, ἡγήσαιτο δὲ τἄλλα πάντα μάτην εἶναι παρὰ τὸ σχῆμα τὸ εἰρημένον, ὀρθῶς τε ἂν ξυνίῃ, ἰητρεύοι τ’ ἂν τάχιστα καὶ κάλλιστα· κατακέεσθαι μέντοι τὸν ἄνθρωπον μέγα τὸ διάφορόν ἐστι καὶ ἡμέραι ἱκαναὶ τεσσαρεσκαίδεκα, εἰ ἀτρεμέοι, εἴκοσι δὲ πάμπολλαι.Νομίμην ἐπίδεσιν λέγει τὴν ὑπὸ πάντων εἰθισμένην καὶ ὥσπερ ἄγραφον ἤδη νόμον οὖσαν· οὕτως γὰρ κἀν τῷ βίῳ τινὰ τῶν ἐθῶν, ὅσα πρὸς ἁπάντων ἐπιτηδεύηται, τοῖς νόμοις ἐστὶ παραπλήσια. τὴν μὲν οὖν καταγματικὴν ἐπίδεσιν οὐ πάντῃ ἐποίουν τοῦ προσήκοντος, καὶ διὰ τοῦτο πλείονα περὶ αὐτῆς ἔγραψεν ἐν πρώτῳ βιβλίῳ περὶ τῶν ἀγμῶν. ἐνταυθοῖ δὲ οὐδεμία παθήματος ἐπίδεσις οὐδενὸς
Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]