In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
ἐνσεῖσαι μετεωρισθέντα, ἀτὰρ καὶ ἐπιβῆναι
τῷ ποδὶ καὶ ὀχηθῆναι ἐπὶ τὸ κύφωμα ἡσύχως τε ἐπενσεῖσαι
οὐδὲν κωλύει. τὸ τοιοῦτο δὲ ποιῆσαι μετρίως
ἐπιτήδειος ἄν τις εἴη τῶν ἐπὶ παλαίστραν εἰθισμένων.
δυνατωτάτη μέντοι τῶν ἀναγκαίων ἐστὶν, εἰ ὁ μὲν τοῖχος
ἐντετμημένος εἴη, τὸ δὲ ξύλον τὸ κατορωρυγμένον ᾗ ἐντέτμηται
κατωτέρω εἴη τῆς ῥάχιος τοῦ ἀνθρώπου, ὁκόσῳ
ἂν δοκέῃ μετρίως ἔχειν, σανὶς δὲ φιλυρίνη μὴ λεπτὴ
ἐνείη ἢ καὶ ἄλλου τινὸς ξύλου, ἔπειτα ἐπὶ τὸ ὕβωμα
ἐπιτεθείη ἢ τρύχιόν τι πολύπτυχον ἢ μικρόν τι σκύτινον
ὑποκεφάλαιον, ὡς ἐλάχιστα μὴν ὑποκεῖσθαι ξυμφέρει, μόνον
προμηθεόμενον ὡς μὴ ἡ σανὶς ὑπὸ σκληρότητος ὀδύνην
παρὰ καιρὸν προσπαρέχῃ. κατὰ ἴξιν δὲ ἔστω ὡς
μάλιστα τῇ ἐντομῇ τῇ ἐς τὸν τοῖχον τὸ ὕβωμα. ὡς ἂν
ἡ σανὶς ᾗ μάλιστα ἐξέστηκε ταύτῃ μάλιστα πιέζῃ ἐπιτεθεῖσα.
ὅταν δὲ ἐπιτεθῇ τὸν μέν τινα καταναγκάζειν
χρὴ τὸ ἄκρον τῆς σανίδος, ἥν τε ἕνα δέῃ, ἤν τε δύο.
τοὺς δὲ κατατείνειν τὸ σῶμα κατὰ μῆκος, ὡς πρόσθεν
Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]