In Hippocratis De Articulis (On Hippocrates' Joints)
Kühn 1829
προκειμένων αὐτάρκως λέλεκται καὶ τὰ τούτων ἐφεξῆς εἰρημένα ἅπαντα ὑπερβήσομαι τοῖς μεμνημένοις τῶν προεξηγουμένων ταῦτα σαφῆ.
Ὁ αὐτὸς δὲ λόγος οὗτος, ἢν καὶ τὰ τοῦ πήχεος ὀστέα τὰ παρὰ τὸν καρπὸν τῆς χειρὸς ἕλκος ποιήσαντα ἐξίσχῃ, ἤν τε εἰς τὸ εἴσω μέρος τῆς χειρὸς, ἤν τε εἰς τὸ ἔξω. σάφα γὰρ ἐπίστασθαι χρὴ, ὅτε ἀποθανεῖται ἐν ὀλίγῃσιν ἡμέρῃσι τοιούτῳ θανάτῳ, οἵῳπερ πρόσθεν εἴρηται, ὅτῳ ἂν ἐμβληθέντα τὰ ὀστέα ἐμμείνῃ· οἷσι δ’ ἂν μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι, οὗτοι πολὺ πλείονες περιγίνονται. ἰητρείη δὲ τοιαύτη τοῖσι τοιούτοισιν ἐπιτηδείη οἵηπερ εἴρηται. τὸ δὲ σχῆμα αἰσχρὸν τοῦ χωλώματος ἀνάγκη εἶναι καὶ τοὺς δακτύλους τῆς χειρὸς ἀσθενέας καὶ ἀχρηΐους.Ὥσπερ ὅλον τὸ μεταξὺ γόνατος καὶ ἀστραγάλου κνήμην ὀνομάζει συγκείμενον ἐκ δυοῖν ὀστῶν, οὕτω καὶ τὸ
Work
Title: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 300-767
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_109.xml [830 Kb]