Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Articulis (On Hippocrates' Joints)

Kühn 1829

τὴν τελευτὴν ἐποιήσατο. δεήσει γάρ σε τὴν μὲν τελευτὴν τῆς μεταστάσεως ἀρχὴν τῆς ἐπανόδου ποιήσασθαι, προελθεῖν δὲ ἐντεῦθεν ἀνάπαλιν τὴν ἀρχὴν τῆς ἐμπτώσεως. αὐτίκα γοῦν ἐπὶ τῆς προκειμένης ἐξαρθρήσεως, ὅταν ἀπὸ τῆς οἰκείας ἕδρας εἰς τὴν πρόσω χώραν ἡ κεφαλὴ τοῦ βραχίονος ὑποχωροῦσα κάτω μὲν ἐνεχθῇ τῷ βάρει ῥέψασα, μετὰ ταῦτα δὲ ὀπίσω πρὸς τὰς πλευρὰς ὑπὸ τῶν μυῶν εἰς αὐτὰς συνελκόντων ἀνασπασθῇ, τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον ἄρξασθαι μὲν ἀπὸ τῆς ὀπίσω χώρας ἀναγκαῖόν ἐστιν, ἐνταῦθα δὲ πρόσω μὲν πρῶτον, εἶτ’ ἄνω παράγεσθαι, κἀπειδὰν ἤδη κατ’ εὐθὺ τῆς κοιλότητος ᾖ, δυοῖν θάτερον, ἢ τοῖς μυσὶν ἐπιτρέψαι τὸ πᾶν ἢ καὶ αὐτὸν συνεπωθεῖν. ὅταν γε μὴν ἐπιτρέψῃς τοῖσι μυσὶ, μὴ καταλίπῃς τὴν κάτω χώραν ἀφρούρητον. ὀχεῖσθαι γὰρ ἐνταῦθα ἐπί τινος χρὴ τὸν βραχίονα, μή πως ἠτονηκότων τῶν μυῶν ἀνασπᾷν αὐτὸν ἐνεχθῆναι κάτω φθάσῃ, πρὶν ὑπ’ ἐκείνων εἰς τὴν οἰκείαν ἐνεχθῇ χώραν. οὐσῶν οὖν τούτων τῶν τριῶν ὁδοιοποριῶν, ἄριστον μέν ἐστιν ἑκάστην ποιεῖσθαι κατ’ εὐθεῖαν γραμμὴν,

Work

Title: Galen: In Hippocratis De Articulis
English: On Hippocrates' Joints
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀρθρῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 300-767

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_109.xml [830 Kb]