Digital Corpus for Graeco-Arabic Studies

Galen: Ex Galeni Commentariis De Fasciis (From Galen's Commentaries on On Bandages)

Kühn 1829

ἀντικείμενον ὡς ἐπ’ ὤμου καὶ βουβῶνος, ἐπὶ τούτων τοιαύτην χρὴ ποιεῖσθαι τὴν ἐπίδεσιν ὡς ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψεις γίγνεσθαι, καθάπερ κἀπὶ τῆς κεφαλῆς. εἰ δ’ οὐ δέχεται τὴν κεφαλὴν οὕτω καθάπερ τὰ κῶλα περιλαβεῖν ἐν κύκλῳ· κωλύει γὰρ ὁ τράχηλος συμφυὴς ὢν αὐτῇ, διὰ τοῦτ’ ἐπ’ αὐτῆς ἐάν τε κατὰ τὸ δεξιὸν μέρος, ἐάν τε κατὰ τὸ ἀριστερὸν ᾖ τὸ τῆς ἐπιδέσεως δεόμενον πάθος τὴν κατ’ ἰθυωρίαν ἐπίδεσιν αἱρούμεθα διὰ μὲν τῆς κορυφῆς ἀγομένου τοῦ ἐπιδέσμου, καταγομένου δ’ ἐντεῦθεν ἐπ’ ἄκραν τὴν κάτω γένυν· εἶτα ἀναγομένου πάλιν ἐπὶ τὸ πεπονθὸς, εἶτ’ αὖθις ὁμοίως εἴτε δὶς εἴτε τρὶς αὔταρκες εἶναι νομίζομεν, ἑλιττομένου μέχρι τῆς τελευτῆς, αὐτὴ δὲ πάντως κατὰ τῆς κορυφῆς γιγνέσθω, μονιμώτατον γὰρ τὸ χωρίον τοῦτο. λοιπῶν δὲ ὄντων τῆς κεφαλῆς ἑτέρων μερῶν ἐναντίων ἀλλήλοις, ὧν τὸ μὲν ὀπίσω τε καὶ κατ’ ἰνίον ἐστὶ, τὸ δὲ πρόσω τε καὶ κατὰ τὸ μέτωπον ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖν χρή. ἔστι δὲ ἀπὸ δυοῖν ἀρχῶν ἐπίδεσις, ὅταν τὸ μέσον

Work

Title: Galen: Ex Galeni Commentariis De Fasciis
English: From Galen's Commentaries on On Bandages
Original: Ἐκ τῶν Γαληνοῦ ὑπομνημάτων περὶ ἐπιδέσμων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 828-838

Publisher: Cnobloch, Leipzig

Download