Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)

Kühn 1830

Τὴν δευτέραν χρείαν ἐνταῦθα διεξέρχεται τῆς προγνώσεως. ἐκ γὰρ τοῦ γινώσκειν ἀκριβῶς τὴν διάθεσιν τοῦ κάμνοντος ἔνια μὲν κωλύσει τῶν εἰωθότων αὐτῇ παθημάτων ἀκολουθεῖν, ἐνίων δὲ κωλύσει τὸ μέγεθος. ἅπασι δὲ κοινῆ καλῶς ἀντιτάξεται προπαρασκευαζόμενος, ὡς ἀγαθὸς κυβερνήτης, μέλλοντος ἔσεσθαι χειμῶνος.

Ἐπειδὴ δὲ οἱ ἄνθρωποι ἀποθνήσκουσιν οἱ μὲν πρὶν ἢ καλέσαι τὸν ἰητρὸν, ὑπὸ ἰσχύος τῆς νούσου κατεχόμενοι, οἱ δὲ καὶ ἐσκαλεσάμενοι παραχρῆμα ἐτελεύτησαν, οἱ μὲν ἡμέρην μίην ζήσαντες, οἱ δὲ ὀλίγῳ πλέονα χρόνον, πρὶν ἢ τὸν ἰητρὸν τῇ τέχνῃ πρὸς ἕκαστον νούσημα ἀνταγωνίσασθαι· γνόντα οὖν χρὴ τῶν παθέων τῶν τοιουτέων τὰς φύσιας, ὁκόσον ὑπὲρ τὴν δύναμίν εἰσι τῶν σωμάτων· ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοισι καὶ τουτέου τὴν πρόνοιαν ἐκμανθάνειν. χρὴ δὲ τὰς διαφορὰς τῶν νουσημάτων ἀεὶ τῶν ἐπιδημούντων ταχέως 

Work

Title: Galen: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-317

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_113.xml [576 Kb]