Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)

Kühn 1830

κατὰ τὸ κοινὸν σημαινόμενον. ἡ γὰρ οὕτως λεγομένη πρόνοια τῶν ἀγαθῶν λέγεται μόνων. ἡ γὰρ τοῦ παντὸς πρόνοια οὐκ ἔστι κακῶν ἔργων καὶ διὰ τοῦτο τῶν κατὰ τοὺς τρεῖς χρόνους ἡ πρόγνωσίς ἐστιν, οὐ μόνον τῶν κατὰ τὸν μέλλοντα. μάντις δ’ οὐδὲν ἧττόν ἐστι θαυμαστὸς, ὃς ὡς ὄντα τὰ γεγονότα λέγοι, μὴ θεασάμενος, τοῦ τὰ μέλλοντα γενήσεσθαι λέγοντος, οὕτω δὲ καὶ ὁ τὰ νῦν πραττόμενα πρὶν θεάσασθαι λέγων οὐδὲν ἧττον ἐκείνων ἀγαθός ἐστι μάντις. τοῦτο οὖν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐνεδείξατο λέγων. προγινώσκων γὰρ καὶ προλέγων, παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι. τῆς αὐτῆς γοῦν τέχνης ἐστὶ καὶ τὰ προγεγονότα μὴ θεασάμενον εἰπεῖν ὡς ἐγένετο καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα ἔσεσθαι. τῇ χρείᾳ δ’ ἀλλήλων πάμπολυ διαφέρει. τῶν μὲν γὰρ ἔσεσθαι μελλόντων ἡ πρόγνωσις χρησιμωτάτη. τῶν δ’ ἤδη γεγονότων ἄχρηστος μὲν εἰς τὰ ἄλλα· μόνῳ δὲ τῷ δεῖξαι βουλομένῳ τὴν ἑαυτοῦ τέχνην ἰατρῷ χρησίμη τετύχηκεν οὖσα. ταῦτα μὲν οὖν εἰ καὶ μὴ τῆς ἰατρικῆς 

Work

Title: Galen: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-317

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_113.xml [576 Kb]