In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
τέχνης ἐστὶν ἴδια, τῆς γοῦν ἐξηγήσεώς ἐστιν οἰκεῖα,
τὰ σημαινόμενα τῶν ἐν τοῖς συγγράμμασιν ὀνομάτων ἐξαπλούσης.
ἐκ περιττοῦ δ’ ὡς πρὸς τὴν ἐξήγησιν καὶ πρὸς
ἄλλο τι χρήσιμά ἐστιν, ὅσα λέγουσιν ἔνιοι τῶν ἐξηγητῶν,
εἰς τὸ τοῦ συγγραφέως ἦθος, ὥσπερ κἀνταῦθα τὸ μέτριον
ἐπαινοῦντες ἐν τῷ φάναι, δοκέει μοι ἄριστον εἶναι. δυνατὸν
γὰρ αὐτῷ φασιν εἰρηκέναι τὸν ἰητρὸν ἄριστόν ἐστι πρόνοιαν
ἐπιτηδεύειν. ὁ δὲ κἀνταῦθα τὸ δοκέει μοι προσέθηκε,
καίτοι μέλλων ἀποδείξεις γράφειν τῆς ἀποφάσεως.
ἃ δ’ οἱ περὶ τὸν Ἡρόφιλον εἰρήκασι διορίζοντες τὴν πρόγνωσιν
τῆς προῤῥήσεως, οὐ μόνον ἄχρηστά ἐστιν ἢ ἀνοίκεια
τὰ σημαινόμενα, ἀλλὰ καὶ σοφιστικὰ καὶ ψευδῆ. καίτοι
δοκοῦσί γε διαφορὰς πραγμάτων διδάσκειν, οὐ σημαινόμενα
νομοθετεῖν, ἁμαρτάνοντες ἐν αὐτῷ τούτῳ πρῶτον, ὅτι
ἀγνοοῦσι περὶ σημαινομένων ποιούμενοι τὸν λόγον, οὐ περὶ
πραγμάτων φύσεως ἰατρικῇ χρησίμων· ἡ γάρ τοι γνῶσις
ἡ κατὰ τὸ τῆς προγνώσεως ὄνομα περιεχομένη λέγεται μὲν
ὡς τὰ πολλὰ κατὰ τὸ βέβαιον, ἔστι δ’ ὅτε μὴν, εἰ καὶ
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]