Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)

Kühn 1830

ἢ ἄλλο τι τὸ διὰ τῆς φωνῆς ἑρμηνευόμενον, ὅ τι μὴ τὸ κατὰ τὴν ψυχὴν γινωσκόμενον. εἰ δ’ οὐ γινωσκόμενον ἐθέλοιεν ὀνομάζειν αὐτὸ, πάντως γε δοξαζόμενον ἐροῦσιν, ὡς προηγήσασθαι κατὰ τὴν ψυχὴν τοῦ προλέγοντος, εἰ καὶ μὴ πρόγνωσιν, ἀλλὰ προδόξασιν. οὐ μὴν ὀνομάζουσί γε προδόξασιν οἱ Ἕλληνες, ὥσπερ οὐδ’ οἱ περὶ τὸν Ἡρόφιλον αὐτοὶ, καίτοι πλεῖστα βαρβαρίζοντες. ἢ νομοθετήτωσαν οὖν λέγεσθαί τι προδόξασιν ἕτερόν τι τῆς προγνώσεως ἅμα τῷ καὶ τοὺς ἀνθρώπους πεῖσαι παραδέξασθαι τὴν νομοθεσίαν αὐτῶν, ἢ τοῦτο πρᾶξαι μὴ δυνάμενοι τὰ σημαινόμενα τῶν ὀνομάτων ὡς εἴθισται νοείτωσαν. εἴθισται δὲ καὶ τὴν ὡς τὸ πολὺ περὶ τῶν μελλόντων ἔσεσθαι ἐλπίδα καὶ τὴν ἀσφαλῆ καλεῖσθαι πρόγνωσιν. ἀγαθῶν δὲ ἰατρῶν ἐστιν ἔργον οὐ τὰ τοιαῦτα ζητεῖν, ἀλλ’ ὅπως ἂν ὁ προλέγων τὰ συμβησόμενα τοῖς κάμνουσι πλειστάκις μὲν ἐπιτυγχάνει, ὀλιγάκις δὲ ἀποτυγχάνει. φωνὴ μὲν γὰρ μία ἐστὶν ἡ ὡς ἐπὶ τὸ πολὺ, παμπόλλη δὲ τοῖς πράγμασιν ὑπάρχει διαφορὰ κατὰ

Work

Title: Galen: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-317

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_113.xml [576 Kb]