Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)

Kühn 1830

τὸ μᾶλλόν τε καὶ ἧττον. εἰ γοῦν τις ἐν εἴκοσι προῤῥήσεσιν ἅπαξ ἀποτύχῃ, τοῦ μὲν διηνεκοῦς ἀφήμαρτεν, ἀμείνων δέ ἐστι τοῦ δὶς ἀποτυχόντος κἀκεῖνος τοῦ τρὶς, ὥσπερ γε πάλιν ἐκεῖνος τοῦ τετράκις, καίτοι γε πάντες κοινὸν ἐσχήκασι τὸ τυχεῖν ὡς τὸ πολύ. τὰς μὲν δὴ τοιαύτας διδασκαλίας ἐξ ὧν ἄν τις ὁρμώμενος ἑτέρου μᾶλλον ἐπιτυγχάνει προσίεσθαι δεῖ, τὰς δ’ ἐν τοῖς σημαινομένοις περιεργίας ἀποτρέπεσθαί τε καὶ φεύγειν, ἃς Πρόδικος, ὁ τηλικοῦτος σοφιστὴς ἀσπαζόμενος, ἐπαχθεὶς τοῖς πεπαιδευμένοις ἐγίνετο καὶ ἐσκώπτετο συνεχῶς ὑπὸ τοῦ παρὰ τῷ Πλάτωνι Σωκράτους, καίτοι γε τἄλλα ἐπαινούμενος· ἴσως δὲ κακῶς ἐποίησα τὴν ἀρχὴν μνημονεύσας τῶν περὶ τὸν Ἡρόφιλον, ἄμεινον γάρ ἐστι δηλοῦν τἀληθῆ ὅτι τάχιστα τοῖς σπεύδουσιν ἐπὶ τὰ τῆς τέχνης ἔργα καὶ μὴ κατατρίβειν αὐτοὺς διττῶς, ἑνὶ μὲν χρόνῳ διδάσκοντα τοὺς λήρους τῶν σοφιστῶν, ἑτέρῳ δ’ ἐξελέγχοντα. κάλλιον οὖν μοι δοκεῖ 

Work

Title: Galen: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-317

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_113.xml [576 Kb]