In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
ἀλλὰ καὶ διὰ τὰ συνεχῶς εἰρημένα κατὰ τὴν ἑξῆς ῥῆσιν οὕτως ἀκούειν δεῖ δειχθήσεταί σοι διὰ τῆς κατ’ ἐκείνην αὐτὴν ἐξηγήσεως.
Ξυμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ.Τὸ ἰσχυρῶς ἐπὶ τὸ ξυμμεμιγμένον, οὐκ ἐπὶ τὸ ξανθὸν φέρεσθαι χρὴ, ὡς εἰ καὶ οὕτως εἴρητο. φαίνεσθαι δὲ χρὴ τὸ ξανθὸν συμμεμιγμένον ἰσχυρῶς τῷ πτυέλῳ. τό γε μὴν ἰσχυρῶς αὐτῷ λίαν καὶ μάλιστα σημαίνει ταὐτόν. ὀλίγον μὲν οὖν εἶπεν ἔμπροσθεν, ἔμετος δὲ ὠφελιμώτατος φλέγματός τε καὶ χολῆς συμμεμιγμένος μάλιστα. νυνὶ δὲ ἐπὶ τῶν πτυομένων τὸ ἰσχυρῶς προσέθηκεν. ὅτι δὲ ὀρθῶς ἐξηγησάμεθα τῆς ἑξῆς ῥήσεως ἀκούσας μαθήσῃ.
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]