In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
ἀλλ’ ἤτοι δι’ ἐκκρίσεως ἢ κατὰ βραχὺ λυθήσεται πεπανθέν.
οὔτε ἂν ὀλέθριον ὑπάρχῃ, γενήσεταί τις ἀπόστασις ἀγαθή.
μέσον οὖν. αὐτὸ χρὴ τῶν τε ἐπιεικῶν εἶναι καὶ τῶν ὀλεθρίων.
ὅθεν εἰκότως ὁ Ἱπποκράτης ἔνια μὲν αὐτῶν τῶν
γνωρισμάτων ἔγραψεν ἐκ τῶν κακῶν σημείων, ἔνια δὲ ἐκ
τῶν ἀγαθῶν, ἃ κατὰ μέρος ἤδη σοι δίειμι, τὴν ἀρχὴν ἀπὸ
τοῦ πρώτου ποιησάμενος, ὑπὲρ οὖ πρώτου κατὰ λέξιν οὕτω
φησίν· ἢν ὁ πυρετὸς ἔχῃ, τουτέστι κατείληφε τὸν ἄνθρωπον,
ὡς εἰς ἀπυρεξίαν μηδέποτε ἀφικνεῖσθαι καὶ ἡ ὀδύνη
μὴ πεπαυμένη ᾖ· παυσαμένης γὰρ αὐτῆς οὐκ ἀποστάσεώς
ἐστι χρεία τις ἔτι πρὸς τὴν λύσιν, ὡς ἐπιεικοῦς τοῦ νοσήματος
ὄντος. καὶ τὸ πτύελον, φησὶ, μὴ ἐγχωρέῃ κατὰ λόγον,
οὐδὲ γὰρ ὅλως ἀποστάσεως δεηθήσεται τὸ νόσημα διὰ
τῶν πτυσμάτων ἀεὶ ἐκκαθαιρόμενον, εἶτ’ ἐφεξῆς μηδὲ χολώδεες
αἱ τῆς κοιλίης διαχωρήσιες. εἴρηται γάρ σοι καὶ
πρόσθεν ὡς ἐν τοῖς χολώδεσι νοσήμασιν αἱ ἀποστάσιες οὐ
γίνονται. χρὴ γὰρ ὠμὴν καὶ παχεῖαν εἶναι τὴν τῶν χυμῶν
ὕλην, ἵν’ εἴς τε χρόνον πλείονα ἐκπέσῃ τὸ νόσημα καὶ μὴ
δι’ ἐκκρίσεως, ἀλλ’ ἤτοι δι’ ἀποστάσεως ἢ μόνης πέψεως
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]