In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
αὕτη δι’ ἐρυσίπελας ἢ τὴν ἰδίως ὀνομαζομένην φλεγμονήν.
εἰ δέ γε τοὐναντίον εἴη λαπαρὸν μὲν καὶ ἀνώδυνον τὸ ὑποχόνδριον.
ἡ δ’ ἄνω ῥοπὴ τῶν χυμῶν ὑπὸ τῆς προειρημένης
δυσπνοίας δηλουμένη τὴν ἀπόστασιν γενήσεσθαι ἄνω
προσδέχου.
Αἱ δὲ ἀποστάσιες αἱ ἐς τὰ σκέλεα ἐν τῇσι περιπνευμονίῃσι
τῇσιν ἰσχυρῇσί τε καὶ ἐπικινδύνοισι λυσιτελέες
μὲν πᾶσαι· ἄρισται δὲ αἱ τοῦ πτυέλου ἐν μεταβολῇ
ἤδη ἐόντος γινόμεναι. εἰ γὰρ τὸ οἴδημα καὶ ἡ ὀδύνη γίνοιτο,
τοῦ πτυέλου ἀντὶ ξανθοῦ πυώδεος γινομένου καὶ
ἐκχωρέοντος ἔξω, οὕτως ἂν ἀσφαλέστατα ὅ τε ἄνθρωπος
περιγίνοιτο καὶ ἡ ἀπόστασις ἀνώδυνος τάχιστα ἂν παύσαιτο.
ἢν δὲ τὸ πτύελον μὴ ἐκχωρέῃ καλῶς, μηδὲ τὸ
οὖρον ὑπόστασιν ἀγαθὴν ἔχον φαίνοιτο, κίνδυνος χωλὸν
γενέσθαι τὸ ἄρθρον ἢ πολλὰ πράγματα παρασχεῖν.
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]