In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
τιθέναι τὰ ἐκ μεταπτώσεως ὀξέα καὶ ποιεῖν τρεῖς τὰς πάσας
διαφορὰς, αὖθις δὲ τούτων ἑκάστην τέμνειν, οἷον εὐθὺς
ἐπὶ πρώτων τῶν ὀξέων τὸ μὲν ἁπλῶς ὀξὺ, τὸ δὲ κάτοξυ
πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους ὠνόμασται, κάτοξυ μὲν τὸ
τῆς ἑβδόμης ἡμέρας οὐκ ἐξωτέρω προϊὸν, ἀλλ’ ἤτοι κατ’
αὐτὴν ἢ καὶ πρωϊαίτερον κρινόμενον, ὀξὺ δὲ τὸ μέχρι τῆς
τεσσαρεσκαιδεκάτης ἐκτεινόμενον. εἶτα καὶ τούτῳ πάλιν
αὐτῷ βραχύ τι προστιθέμενον ὁρῶντες ἀπορούμεθα, προσηγορίαν
ἰδίαν οὐκ ἔχοντες θέσθαι τῷ κατὰ τὴν ἑπτακαιδεκάτην
ἡμέραν κρινομένῳ νοσήματι, καθάπερ οὐδὲ τῷ κατὰ
τὴν εἰκοστὴν τῆς καλουμένης σωρειτικῆς ἀπορίας κατὰ τὸ
πρᾶγμα φαινομένης, ὥστ’ ἐνίοτε πιθανὸν ἡμῖν δοκεῖ τὴν
εἰκοστὴν ἡμέραν ὅρον θέσθαι τῶν ὀξέων, οὐ τὴν τεσσαρεσκαιδεκάτην
οὔσης καὶ ἄλλης οὐ σμικρᾶς ἀπορίας κατὰ τὸ
πρᾶγμα. τὸ γὰρ ὀξὺ νόσημα μετὰ μεγέθους τινὸς νοεῖται
καὶ συνεχείας πυρετοῦ. τὸ γάρ τοι μὴ τοιοῦτον εἴ γε καὶ
περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἢ καὶ θᾶττον λυθείη,
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]