In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
ὡς ἔδειξα, τῆς τρίτης, οὐ κατὰ τετράδων ἢ ἑβδομάδων περίοδον
ἐχουσῶν τὸ κρίνειν, ἀλλὰ τῷ λόγῳ παρεμπιπτουσῶν,
ὡς ἐν τοῖς περὶ κρισίμων ἐδείχθη. καὶ μὲν δὴ καὶ ἡ τρίτη
διαφορὰ τῆς κεφαλαλγίας ἡ κατὰ τὴν πέμπτην ἡμέραν ἀρχομένη
ἄχρι τῆς ιδ΄ ἐκτείνεται, διὰ τὸ μὴ πάνυ θερμή τις
εἶναι καὶ κατεπείγουσα. δηλοῖ δὲ ἐκ τοῦ κατὰ τὴν ε΄ ἡμέραν
ἄρξασθαι καὶ διὰ τὸ τῆς ἑβδομάδος προστεθείσης ταῖς
πρώταις πέντε τὰς πάσας γίνεσθαι ιβ΄, κρίσιμον δὲ οὐκ εἶναι
τὴν ιβ΄, οὐ μὴν οὐδὲ προλαβεῖν οἶόν τ’ ἐστὶ τὴν μίαν
ἡμέραν. ἐδείχθη γὰρ τοῦτο τῶν ὀξύτατα κινουμένων ἴδιον.
εἰκότως οὖν εἰς τὴν ιδ΄ ἐξέπεσε.
Γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν
ἐν τοῖσι τριταίοισι μάλιστα. τοῖσι δὲ νεωτέροισι
γίνεται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ καὶ ἐν τοῖσι ξυνεχεστέροισι
πυρετοῖσι καὶ ἐν τοῖσι γνησίοισι τριταίοισι.
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]