Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)

Kühn 1830

ἡμᾶς ἄμεινόν ἐστι τῷδε καὶ τῶν ἄλλων τῶν ἐχόντων τοῖσδε τὴν αὐτὴν δύναμιν. ἑνὶ γὰρ κεφαλαίῳ περιλαβὼν ἄν τις εἴποι τὸ σύμπτωμα τοῦτο δι’ ἀῤῥωστίαν γίγνεσθαι τῆς κινούσης τὰ βλέφαρα δυνάμεως, ὅπερ ὀλέθριόν ἐστιν, ἐπειδὰν χωρὶς τῆς ἔξωθεν αἰτίας συστῇ. ταῦτα δ’ εἶναι χρὴ δηλονότι τοιαῦτα τὴν φύσιν, ὡς καταλύειν τὴν δύναμιν, οἶον ἤιοι διάῤῥοιαν ἢ κάθαρσιν ἐκκαθαίροντος φαρμάκου προσφορᾶς ἢ λύπην σφοδρὰν ἢ ἀγρυπνίαν ἢ ἔνδειαν τροφῆς ἢ αἱμοῤῥαγίαν πολλὴν ἤ τινα ἁπλῶς ἑτέραν κένωσιν ἄμετρον· ὃ δ’ ὀλίγον ἔμπροσθεν εἶπον, ὡς τῶν ὀλεθρίων ἁπάντων σημείων ποιεῖται τὸν κατάλογον, οὐ μόνον ὅσα πρὸς τῷ νεκρώδει προσώπῳ γίνεται, δῆλον ἐποίησεν ἐνταῦθα προσθεὶς μὴ ἐκ διαῤῥοίης ἢ φαρμακείης ἐόντι. προειρήκει γὰρ ἐπὶ τοῦ νεκρώδους προσώπου τὸν διορισμὸν τοῦτον ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα ἰσχυρῶς. τὸ γὰρ ἐξυγρασμένον τοῦτο κοινόν ἐστι διαῤῥοίης τε καὶ φαρμακείης, ἀλλ’ ἐπειδὴ πάλιν ἀφ’ ἑτέρας ἀρχῆς ἁπάντων ποιεῖται τῶν ὀλεθρίων σημείων

Work

Title: Galen: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-317

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_113.xml [576 Kb]