Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)

Kühn 1830

εἴποιμεν, ἐνδεικνύμενοι διὰ τοῦ ῥήματος τὸ πρὶν ἔσεσθαι νοεῖν. διὰ τοῦτο καὶ τῶν πραγμάτων τὰ μὲν ἐξαίφνης ἀκούσια καὶ ἀπρονόητα, τὰ δὲ ἐκ τοῦ βουλεύεσθαι μετὰ προνοίας λέγουσι πεπρᾶχθαι. τοιοῦτον γοῦν ἐστι καὶ τὸ παρὰ τῷ Σόλωνι· δικάζειν δὲ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ φόνου καὶ τραύματος καὶ πυρκαϊᾶς ἐκ προνοίας καὶ φάρμακον ἐάν τις ἀποκτείνῃ δούς. καὶ μέντοι καὶ παρὰ τοῖς ῥήτορσι τοῖς παλαιοῖς παμπόλλη χρῆσίς ἐστι τῶν τοιούτων ὀνομάτων τε καὶ ῥημάτων ἐν οἷς τὰ κατὰ πρόνοιαν ἀντιδιαιροῦνται τοῖς ἄνευ τοῦ προβουλεύεσθαι γιγνομένοις, οἷον ἄκων εἴ τις ἐπήρωσεν ἢ εἰ θυμωθεὶς ἐπάταξεν, οὐ γὰρ ἐκ προνοίας γεγονέναι ταῦτά φασιν. εἰ δὲ προβουλευσάμενος ἐκ πολλοῦ καὶ προδιασκεψάμενος ὅπως πραχθείη τοὔργον ἐποίησεν, ἐκ προνοίας ἤδη τοῦτο πεπρᾶχθαι λέγουσι. κοινὸν οὖν τοῦτο ἤδη σημαίνεται παρὰ τοῖς Ἕλλησιν ἐκ τοῦ τῆς προνοίας ὀνόματος ἀγαθῶν τε καὶ κακῶν

Work

Title: Galen: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-317

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_113.xml [576 Kb]