Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)

Kühn 1830

ὁ Ἱπποκράτης ὀλίγον ἔμπροσθεν· ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νόσου τὸ πρόσωπον τοιοῦτον ᾖ, κατ’ ἐκείνην μὲν αὐτὴν λέξιν οὐκ ἐδήλωσε, τίνος τῶν εἰρημένων τριῶν ἀρχῶν μνημονεύει. νυνὶ δὲ γράψας, ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νοσήματος ἢ τριταίου ἢ τεταρταίου τὸ πρόσωπον τοιοῦτον ᾖ, δῆλος ἐγένετο περὶ τῆς κατὰ πλάτος ἀρχῆς προειρηκώς· αὕτη γὰρ μέχρι τῆς τρίτης ἡμέρας ἐκτείνεται. τηνικαῦτ’ οὖν οἷς εἶπεν ἔμπροσθεν, προστιθέναι ἀξιοῖ τὸν ἀπὸ τῶν ἄλλων σημείων διορισμόν, ὑπὲρ ὧν εἰρήκει καὶ μή πω οἷόν τε τοῖσιν ἄλλοισι σημείοισι συντεκμαίρεσθαι. καταλέγει δὲ ἐφεξῆς αὐτὰ διὰ τῶν ἐχομένων ῥήσεων τούτων.

Ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν ἢ δακρύωσιν ἀπροαιρέτως ἢ διαστρέφωνται ἢ θάτερος θατέρου ἐλάσσων γίνηται ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν ἢ πέλια ἢ μέλανα φλέβιά ἐν αὐτέοισιν ἔχωσιν ἢ λῆμαι ἐόντες φαίνωνται περὶ τὰς ὄψιας ἢ καὶ ἐναιωρεύμενοι ἢ ἐξίσκοντες ἢ ἔγκοιλοι ἰσχυρῶς γινόμενοι

Work

Title: Galen: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-317

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_113.xml [576 Kb]