In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
Ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ, ἡ δὲ δευτέρη
ἐς τὴν ἑβδόμην περιάγεται, ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην,
ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ
πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν.
αὗται μὲν οὖν ἐκ τῶν ὀξυτάτων νουσημάτων διὰ τεσσάρων
εἰς τὰς εἴκοσιν ἐκ προσθέσιος τελευτῶσιν.
Πολλάκις εἰρημένην εὑρήσεις παρὰ τοῖς Ἕλλησιν ἔφοδον πολεμίων ἢ λῃστῶν, ἀφ’ οὖ νῦν οὕτως Ἱπποκράτης μετενήνοχε τὴν προσηγορίαν ἐπὶ τὰς τῶν κρισίμων ἡμερῶν περιόδους. τὰ δ’ ἐφεξῆς πάντα καὶ καθ’ ἑαυτὰ μέν ἐστι σαφῆ καὶ πολὺ δὲ μᾶλλον τοῖς μεμνημένοις ὦν ἄρτι προεῖπον.
Οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τουτέων ἀριθμεῖσθαι ἀτρεκέως, οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμεῖσθαι.Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]