In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
τριακοστοῦ. τῷ γὰρ ἄλλας ἄλλοις γίνεσθαι μεταβολὰς οὐχ
οἷόν τε ὁρίσαι βεβαίως ἓν ἐφ’ ἅπασι μέτρον κοινόν. ἀλλὰ
τούτου μὲν ἀεί μοι μέμνησο λελεγμένου καὶ πρόσθεν ἐν τῷ
τρίτῳ περὶ κρισίμων ἡμερῶν λόγῳ, μεμνημένος γε μὴν αὐτοῦ
καὶ προσθεὶς τοῖς προειρημένοις οὐ χαλεπῶς εὑρήσεις
τὴν αἰτίαν ὧν κατὰ τήνδε τὴν ῥῆσιν ὁ Ἱπποκράτης ἔγραψεν.
ὥσπερ γὰρ ἐν ταῖς ὥραις τοὺς ἐν τῷ θέρει θερμανθέντας
ἐπὶ πλέον χυμοὺς καὶ ὡς ἂν εἴποι τις ζέσαντας
ἀναγκαῖον ἦν γεννῆσαι τὸν μελαγχολικὸν χυμὸν, ὃν διαδεξάμενον
ἠθροισμένον ἐν τῷ σώματι τὸ φθινόπωρον, ἅτε ψυχρὸν
ὂν οὐκ ἐπιτρέπει διαπνεῖν ὁμοίως ἐκτὸς οὐδὲ κενοῦσθαι
ῥᾳδίως, οὕτως ἐν ταῖς ἡλικίαις ἡ παρακμή. ὅσον γὰρ
ἐν τῇ ἀκμῇ ζέσαν τῶν χυμῶν εἰς μέλαιναν χολὴν μετέβαλε,
τοῦτο δυσκόλως αὕτη διαφοροῦσα τοὺς τεταρταίους μᾶλλον
ἐργάζεται πυρετοὺς, καὶ χρόνου γε πλείονος δεῖται τοῖς κατὰ
τὴν ἡλικίαν ταύτην πρὸς τὸ καθαρθῆναι τὸ σῶμα τῆς
τοιαύτης χολῆς, ὅθεν ἄχρι τοῦ γήρως ἐν τῷ μεταξὺ τὰ
μελαγχολικὰ πάντα νοσήματα τοῖς μὲν μᾶλλον πλεονάζει,
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]