In Hippocratis De Fracturis (On Hippocrates' Fractures)
Kühn 1830
ψαύειν ἀλλήλων τὰ πέρατα τῶν μελῶν τοῦ συντριβέντος.
ἔστι μὲν γὰρ τὸ κάταγμα διαφθορὰ τῆς ἐν ὀστῷ συνεχείας,
ὥσπερ τὸ ἕλκος τῆς ἐν σαρκί. πέρας δὲ ἑκατέρῳ τῆς ἰάσεώς
ἐστι τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀνακτήσασθαι. ἀδύνατον
δὲ τοῦτο χωρὶς τοῦ κατ’ εὐθὺ τεθῆναι τὰ μέρη τοῦ καταγέντος
ὀστοῦ. καλεῖται δὲ διάπλασις ἡ πρᾶξις αὕτη. εἰ
μὲν οὖν εἴη μικρὸν τὸ κάταγμα, φυλάττει τὴν θέσιν τὴν
οἰκείαν ἑκατέρου τῶν τοῦ παθόντος ὀστοῦ μορίων, εἰ δ’
ὅλον συντριβῇ τὸ ὀστοῦν, ἀναγκαῖον ἐν τῷδε παραλλάττειν
αὐτοῦ τὰ μέρη, τὰ μὲν εἰ οὕτως ἔτυχε πρόσω, τὰ δ’
ὀπίσω μεθιστάμενα, καὶ τὰ μὲν εἰς δεξιὰ, τὰ εἰς
ἀριστερά. διὸ ταῖς χερσὶν ἀμφοτέραις ἑκατέρωθεν περιλαμβάνοντες
τὸ κῶλον τὸ μὲν εἰς τὸ πρόσω μεθιστάμενον διωθοῦμεν
ὀπίσω, τὸ δ’ εἰς τοὐπίσω μετάγομεν πρόσω, καὶ τὰ
μὲν εἰς τὰ ἀριστερὰ πρὸς τὰ δεξιὰ μεθιστῶμεν. ὅσα δ’
εἰς τοῦτο μετέστη τὸ χωρίον ἐπὶ θάτερον μετάγομεν, ὡς
ἅπαντα ἀλλήλοις τὰ μέρη τοῦ συντριβέντος ὀστοῦ πρὸς
τῶν χειρῶν τοῦ διαπλάττοντος ἐπὶ τἀναντία παράγεσθαι.
Work
Title: In Hippocratis De Fracturis
English: On Hippocrates' Fractures
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 318-628
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_114.xml [561 Kb]