In Hippocratis De Fracturis (On Hippocrates' Fractures)
Kühn 1830
πρὸς τὴν λαμπρότητα τῶν παρεουσῶν αὐγῶν, βλέπειν χρὴ τὸ πεπονθὸς μέρος, ὅπως εὐκατάσκεπτον εἴη.
Τῶν δὲ ὀστέων τοῦ πήχεος, ὧν μὴ ἀμφότερα κατέηγε, ῥᾴων ἡ ἴησις, ἢν τὸ ἄνω ὀστέον τετρωμένον εἴη, καίπερ παχύτερον ἐὸν, ἅμα μὲν ὅτι τὸ ὑγιὲς ὑποτεταμένον γίνεται ἀντὶ θεμελίου, ἅμα δ’ ὅτι εὐκρυπτότερον γίνεται, πλὴν εἰ τὸ ἐγγὺς τοῦ καρποῦ. παχείη γὰρ ἡ τῆς σαρκὸς ἐπίφυσις ἡ ἐπὶ τὸ ἄνω. τὸ δὲ κάτω ὀστέον ἄσαρκον καὶ οὐκ εὐξυγκρυπτὸν καὶ κατατάσιος ἰσχυροτέρης δεῖται.Ὅτι δύο εἰσὶν ὀστᾶ τοῦ πήχεος ἐδήλωσεν εἰπὼν ὦν μὴ ἀμφότερα· οὔτε γὰρ ἐφ’ ἑνὸς οὔτε ἐπὶ τριῶν ἢ καὶ πλειόνων εἰώθασι λέγειν οἱ Ἕλληνες τὴν ἀμφότερα φωνήν. τῶν δὲ δύο τούτων ὀστῶν τὸ μὲν ὑποτεταγμένον ἰδίως ὀνομάζεται πῆχυς, ὃ δὴ καὶ μακρότερόν ἐστι, τὸ δὲ ἐπικείμενον
Work
Title: In Hippocratis De Fracturis
English: On Hippocrates' Fractures
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 318-628
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_114.xml [561 Kb]