In Hippocratis De Fracturis (On Hippocrates' Fractures)
Kühn 1830
σκληρᾶς ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. τοῦ δὲ ποσοῦ
καὶ τὴν χρῆσιν αὐτῆς ἐδήλωσε τὸν σκοπὸν εἰπὼν μὴ πάνυ
πολλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα. τὸν δ’ ἀντικείμενον
ὅρον οὐκ ἐδήλωσεν ὡς ἡμῶν νοούντων. ἔστι δ’ αὐτὸς,
ὡς οὐδ’ οὕτως ὀλίγῃ κηρωτῇ χρῆσθαι προσῆκεν, ὡς φθάσαι
ξηρανθῆναι τὰ τῶν ἐπιδέσμων ὀθόνια, πρὶν ἐπιλύεσθαι
διὰ τρίτης. ἄξιον δ’ ἐπισκέψεώς ἐστι διὰ τί κηρωτῇ κελεύει
νῦν χρῆσθαι. καίτοι γε ἐν οἷς ἐξέσχεν ὀστοῦν τοῦ
δέρματος οἴνῳ χρώμενος αὐστηρῷ μέλανι. δοκεῖ δέ μοι
φρονεῖν μὲν ὥσπερ γενναιοτέρου βοηθήματος εἰς τὰ τοιαῦτα
τοῦ οἴνου, παραλείπειν δ’ αὐτὸν ἐπὶ τῶν ἄλλων καταγμάτων,
ἐν οἷς οὐκ ἐγυμνώθη τι τῶν συντριβέντων ὀστῶν διὰ
τὸ πολλῆς ἐπιμελείας δεῖσθαι τὴν χρῆσιν. εἰ μὴ γὰρ συνεχῶς
ἐπιβρέχοιτο, μεγίστη γίνεται βλάβη ξηραινομένων
τῶν ὀθονίων. ἐπιβρέχειν δὲ συνεχῶς καὶ μάλιστα νύκτωρ
οὐκ ἐθέλουσιν οἱ πλεῖστοι τῶν ὑπηρετουμένων τοῖς
κάμνουσιν. ἀλλ’ ἐπεί περ εἰς τὰ ἔσχατα νοσήματα αἱ
ἔσχαται θεραπεῖαι εἰς ἀκριβείην κράτισται, διὰ τοῦτ’ ἐφ’
Work
Title: In Hippocratis De Fracturis
English: On Hippocrates' Fractures
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 318-628
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_114.xml [561 Kb]