In Hippocratis De Fracturis (On Hippocrates' Fractures)
Kühn 1830
ἐν τῷ κώλῳ γιγνομένη λύειν μὲν ἀναγκάζει πρὸ τῆς κ΄ ἡμέρας τὴν ἐπίδεσιν, αὐτὸ τοῦτο προδιωρίσατο μή τις οἰηθεὶς διηνεκὲς εἶναι τὸ παρηγγελμένον ὑπ’ αὐτοῦ πρόσθεν ἅπαντα μέχρι τῆς κ΄ ἡμέρας τὰ κατάγματα φυλάττειν τελέως ἀκίνητα. πρὸς γὰρ τὸ κατεπεῖγον ἀεὶ χρὴ τὸν ἰατρὸν ἵστασθαι καὶ μὴ καθάπερ νόμον ἀπαράβατον φυλάττειν τὰ κελευσθέντα πράττεσθαι κατὰ λόγον προβαινόντων ἁπάντων.
Δίαιτα δὲ τουτέοισιν οἷσιν ἂν μὴ ἕλκεα ἔξ ἀρχῆς γένηται ἢ ὀστέα ἔξω ἐξίσχει, ἀρκέει ὑποφαύλη, ἐνδεέστερον δὲ χρὴ διαιτᾷν ἄχρι ἡμερέων δέκα, ἅτε ἤδη καὶ ἐλινύοντας.Τὸ φαῦλον οἱ παλαιοὶ σχεδὸν ἅπαντες εἰώθασι πολλάκις ἀντὶ τοῦ τυχόντος καὶ ἁπλοῦ λέγειν, ᾧ τὸ ἀκριβὲς ἀντίκειται καλούμενον, ὑπὸ τῶν Ἰώνων σκεθρόν. ὥσπερ οὖν τὴν ἀκριβῆ δίαιταν ὀνομάζει σκεθρὰν, οὕτω τὴν ἐναντίαν
Work
Title: In Hippocratis De Fracturis
English: On Hippocrates' Fractures
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 318-628
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_114.xml [561 Kb]