In Hippocratis De Fracturis (On Hippocrates' Fractures)
Kühn 1830
κατεαγὸς ἀστήρικτον αἰωρεῖσθαι τῶν ἑκατέρωθεν ἀνειλημμένων.
διαστρέφεσθαι δέ φησι κατὰ μὲν τὸν πρότερον ἄνω
τὴν χεῖρα, κατὰ δὲ τὸν δεύτερον τρόπον κάτω διὰ τῆς ἐφεξῆς
διδάσκει ῥήσεως. ὅτι δὲ κατὰ τὸν πρότερον ἄνω διὰ
τήνδε, βασταζομένου γὰρ ὑπὸ τῆς ταινίας τοῦ κατεαγότος
μέρους τῆς χειρὸς, ἑκατέρωθεν δὲ τῶν ἄλλων ῥεπόντων
κάτω διὰ τὸ μηδεμίαν ἔχειν ἕδραν ἀσφαλῆ, συμβήσεται
πωρωθῆναι τὸ πρὸς τῆς ταινίας ὀχούμενον ὑψηλότερον. ἐν
ᾧ δ’ ἂν σχήματι πωρωθῇ τὸ κῶλον, ἐκεῖνο φυλάττει τοῦ
λοιποῦ χρόνου παντὸς, ὥστε πολλάκις ἡμᾶς ἀναγκάζεσθαι
πάλιν ἐπ’ ἀρχὴν ἄγειν τὰ οὕτω διαστραφέντα κατατείνοντας
μὲν τὸ κῶλον, ἐργασαμένους δ’ αὖθις αὐτὸ τὸ ἐξ ἀρχῆς
κάταγμα, περὶ οὗ καὶ πρόσθεν εἶπον, ὡς δ’ οὐδ’ ὅλως
μὲν ἑνοῦται, συνδιαιτᾶται δ’ ὑπὸ τοῦ περιφύντος αὐτοῦ
πώρου. τοῦτον οὖν ἐν τῇ κατατάσει διασπάσαντες αὖθις ἐν
τῷ προσήκοντι σχήματι τὴν πώρωσιν ἐργασόμεθα τοῦ κατάγματος.
ὅτι δ’ οὐχ ἑνοῦται πάντως τὰ συντριβόμενα τῶν
ὀστῶν ἔνεστί σοι θεάσασθαι κἀπὶ τῶν ἄλλων ζώων. καὶ
Work
Title: In Hippocratis De Fracturis
English: On Hippocrates' Fractures
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 318-628
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_114.xml [561 Kb]