In Hippocratis De Fracturis (On Hippocrates' Fractures)
Kühn 1830
πρὸς τὰς κοιλότητας ὀστῶν, ὥστε τὸ μὲν σύμπαν διάρθρωσιν
καλεῖσθαι, καθ’ ὃ συνάπτεται πρὸς ἀλλήλοις τὰ πέρατα
τῶν κινουμένων ὀστῶν, ἐν ταῖς ἐκτάσεσί τε καὶ κάμψεσιν.
αὐτῶν δὲ τῶν ὀστῶν ἑκατέρου τοῦ μὲν ἐμβαίνοντος
τὸ πέρας ἄρθρον, τοῦ δ’ ὑποδεχομένου τὴν κοιλότητα κοτύλην
ἢ γλήνην ὀνομάζειν αὐτόν· ἀλλὰ ταῦτα μὲν ὀνόματα
τὴν ἔκθλιψιν ἔχειν. μετὰ ταῦτα δέ σε διδάξει κοινὴν ἁπάσης
ἐμβολῆς μέθοδον, ὡς κατ’ ἀρχὰς ἡμεῖς εἰρήκαμεν ἐν
τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἔνθεν περὶ τῆς χρείας
ἐδιδάξαμεν ἐν ἐκείνοις τοῖς λόγοις ὡς οὐχ οἷόν τέ ἐστιν
ἐμβάλλειν αὐτὰ προσηκόντως ἄνες τῆς ὑπεραιωρήσεως. εὐθὺ
δὲ καὶ τὸν ὅρον διδάξει μέχρι πόσου χρὴ κατατείνειν. ὅταν
γὰρ ἤδη δόξεις ἱκανῶς ἔχειν, ὡς ὑπεραιωρεῖσθαι δύνασθαι,
παύσει τῆς ἀντιτάσεως.
Ἐπιδεῖν δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ὡσαύτως βαλλόμενον
κατὰ τὸ ἐξεστηκὸς καὶ τὰς περιβολὰς τὰς πρώτας πλείστας
Work
Title: In Hippocratis De Fracturis
English: On Hippocrates' Fractures
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 318-628
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_114.xml [561 Kb]