Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Fracturis (On Hippocrates' Fractures)

Kühn 1830

πρῶτος μὲν ἔστω σοι σκοπὸς τῆς θεραπείας ἐκκενωθῆναι τὸ παρὰ φύσιν ἐν τῷ οἰδισκομένῳ μορίῳ. διὰ τίνων δὲ πολὺ ὂν τοῦτο διαπραξόμεθα; τῷ τ’ ἀποκρούεσθαι καὶ τῷ διαφορεῖν καὶ τῷ παρηγορεῖν. τὸ μὲν ἀποκρούεσθαι καὶ διαφορεῖν, ὡς ἄντικρυς κενῶνται, τὸ δὲ παρηγορεῖν ὅπως μὴ διὰ τὴν ὀδύνην ῥευματίζοιτο τὸ πεπονθὸς μόριον· διὰ τοῦτο γοῦν τοῖς ἧττον ἀποκρουστικοῖς τε καὶ διαφορητικοῖς ἐπὶ τῶν φλεγμαινόντων χρώμεθα. τὰ γὰρ ἰσχυρῶς ἑκάτερα τούτων δρῶντα παροξύνει τὰς ὀδύνας. τούτοις μὲν οὖν τοῖς λογισμοῖς χρώμενος ὁ Ἱπποκράτης τά τε ἔρια ῥυπαρὰ, τουτέστιν οἴσυπον ἔχοντα, παραλαμβάνει μὲν κατὰ τὴν θεραπείαν ἔλαιόν τε καὶ οἶνον καὶ κηρωτὴν, αὐτὰ δὲ τὰ ἔρια καλῶς κατειργάσασθαι κελεύει, τουτέστιν ἐξάνθαι χάριν τοῦ προσηνοῦς τε καὶ παρηγορικοῦ. τὰ μὲν γὰρ πεπλυμμένα ῥᾳδίως μαλάττεται ξηραινόμενα, τὰ δ’ οἰσυπηρὰ διὰ τὸν ῥύπον οὐκ εὐμεταχείριστα τοῖς ξαίνουσιν οὐδὲ εὐκατέργαστα γίνεται. διὸ πολλάκις ἀμελέστερον κατεργασθέντα, ξηρὰ προσπίπτει τοῖς ὀδυνωμένοις μορίοις. εἰδὼς οὖν τοῦτο

Work

Title: Galen: In Hippocratis De Fracturis
English: On Hippocrates' Fractures
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 2

Pages: 318-628

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_114.xml [561 Kb]