In Hippocratis De Fracturis (On Hippocrates' Fractures)
Kühn 1830
Ἡ κατὰ γόνυ διάρθρωσις ἐκ δυοῖν ὀστῶν ἀλλήλοις διηρθρωμένων γίγνεται, μηροῦ τε καὶ κνήμης· ἀλλ’ ὥσπερ ἐν ταῖς ἄλλαις ἁπάσαις διαρθρώσεσιν εἶναι μέν τινα χρὴ κοιλότητα τὴν ὑποδεξομένην τοῦ διηρθρωμένου τὸ πέρας ὀστοῦ, εἶναι δὲ τὸ πέρας αὐτὸ τοῦτο περιφερὲς, οὕτως ἑτοίμως τε καὶ ἀλύπως ἐμβαίνειν τῇ διαρθρώσει, κατὰ τὸν αὐτὸν λόγον κἀπὶ τῆς κατὰ γόνυ διαρθρώσεως ἐμβαινόμενόν ἐστι τὸ τοῦ μηροῦ πέρας, ὑποδεχόμενον δὲ τὸ τῆς κνήμης. ὑποκειμένη γὰρ αὐτῷ τῷ μηρῷ τὰς δύο κεφαλὰς αὐτοῦ δέχεται κοιλότησιν, ἐπιτηδείας μέν τινος αὐτῶν νευροχόνδρου διαφύσεως οὔσης. εἰκότως οὖν ὁ Ἱπποκράτης τῶν διηρθρωμένων ἀλλήλων ὀστῶν ἄρθρον ὀνομάζων, οὐ τὸ δεχόμενον τὴν πλησιάζουσαν ἐξοχὴν, ἀλλὰ τὸ στηριζόμενον ἐν τῇ κοιλότητι καὶ νῦν εἶπε. τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερόν ἐστιν, ἐπειδὴ τούτου ἐναρθρουμένου ἤδη τῇ κνήμῃ τὸ ἄρθρον, τουτέστι τὸ κάτω πέρας τοῦ μηροῦ εὐσταλέστατον ὑπάρχει, ἥπερ αὐτὸ δηλοῖ τὸ ἔλαττον κατὰ τὸν ὄγκον. οὐ μὴν ἁπλῶς γε ἔλαττόν ἐστι τοῦτο τοῦ κατ’ ἀγκῶνα πέρατος τοῦ βραχίονος, ἀλλὰ κατ’ ἀναλογίαν ἐξεταζόντων.
Work
Title: In Hippocratis De Fracturis
English: On Hippocrates' Fractures
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 318-628
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_114.xml [561 Kb]