In Hippocratis De Fracturis (On Hippocrates' Fractures)
Kühn 1830
τουτέστι δροσοειδῶς ἐκπίπτοντος αἵματος ἔκ τε τοῦ τετρωμένου
δέρματος ἢ καὶ τῆς σαρκός. τὸ δὲ καθαρτικὸν φάρμακόν
ἐστιν ὃ σὺν τῷ ξηραίνειν μετρίως ὅπερ ἐδείχθη τὸ
κεφάλαιον τῆς τῶν ἑλκῶν ἰάσεως, ἔτι καὶ ῥυπτικῆς τινος
ἔχεται δυνάμεως καθαρὰ ποιεῖν ἕλκη. τοιαῦτα δέ εἰσι φάρμακα
τὰ διὰ λεπίδος καὶ ἰοῦ σκευαζόμενα διττῶς συντιθέμενα,
τινῶν μὲν ἑψόντων τὸν ἰὸν, τινῶν δὲ ὠμὸν μιγνύντων.
καὶ καλεῖται τὰ μὲν ὠμὸν ἔχοντα τὸν ἰὸν χλωρὰ, τὰ
δὲ ἑφθὸν πυῤῥά· καὶ γὰρ καὶ φαίνεται τοιαῦτα τὴν ἰδέαν
ἑκάτερα. ταυτὶ μὲν οὖν τὰ φάρμακα καθαρτικὴν ἔχει ἑλκῶν
δύναμιν, ἐπειδὴ μετρίως πέφυκε ῥύπτειν. τοιαῦτα δ’
ἐδιδάξαμεν ὄντα καθαίροντα ῥύπον ἑλκῶν, τὰ δὲ χωρὶς τοῦ
ῥύπτειν ἔναιμα. ποικίλλεται δὲ ἐν ταῖς κατὰ μέρος ὕλαις,
ὥσπερ καὶ τὰ πρότερα καθάπερ ἐκείνων παραδείγματα ἰὸν
εἶπον καὶ λεπίδα, δυνατὸν ὂν εἰπεῖν μοι καὶ ἄλλα τοιαῦτα
κατὰ τὸν αὐτὸν τρόπον. καὶ νῦν ἀρκέσει φάναι χωρὶς τοῦ
καθαίρειν ἔναιμα καλεῖσθαι φάρμακα τὰ δι’ ἀσφάλτου
Work
Title: In Hippocratis De Fracturis
English: On Hippocrates' Fractures
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 318-628
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_114.xml [561 Kb]