In Hippocratis De Fracturis (On Hippocrates' Fractures)
Kühn 1830
πλησιέστερόν εἰσι τῆς ἀρχῆς τῶν μυῶν τε καὶ νεύρων. εἴρηται δὲ ἐν τῷ περὶ αὐτῶν λόγῳ ὅτι φιλοῦσιν οἱ μύες εἰς ἑαυτοὺς συντρέχειν παραλλαττόντων τῶν ὀστέων, οὕτως ᾧ πολλάκις ἡμεῖς ἤδη κατὰ τὸν λόγον ἐχρησάμεθα. τὰ δ’ ἄλλα δῆλα τοῖς προσέχουσι τὸν νοῦν.
Ἐμβάλλοντα δὲ ἐλλέβορον μαλθακὸν πιπίσαι χρὴ αὐθημερὸν, ἢν αὐθημερὸν ἐμβληθῇ, εἰ δὲ μὴ, οὐδ’ ἐγχειρέειν χρή. τὸ δὲ ἕλκος ἰητρεύειν χρὴ, οἵηπερ κεφαλῆς ὀστέα κατεηγυίης καὶ ψυχρὸν μηδὲν προσφέρειν, σιτίων δὲ στερῆσαι τελέως.Ἄπορον εἰπεῖν ὅ τι ποτὲ αὐτῶν σημαίνει τὸ μαλθακόν. ὅτι μὲν γὰρ ἢ τὸ ποιὸν ἢ τὸ ποσὸν ἐνδείκνυται τῆς πόσεως αὐτοῦ δῆλον, οὔτε δεῖται τοῦ κατὰ πλῆθος ὀλίγου τὸ μαλθακὸν οἰκείως ἄν τις εἰρῆσθαι νομίσειεν, οὔτε τίνα τρόπον ἐνδείκνυται σκευάσας αὐτοῦ, ποιῆσαι ῥᾴδιον, ἔπειτα καὶ
Work
Title: In Hippocratis De Fracturis
English: On Hippocrates' Fractures
Original: Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 318-628
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_114.xml [561 Kb]