De Musculorum Dissectione ad Tirones (On the Dissection of Muscles)
Kühn 1830
τὸ πρῶτον ὀστοῦν ἐμφύεται τοῦ μεγάλου δακτύλου ἀνατείνων
αὐτὸν ἀτρέμα λοξόν· ἐφεξῆς δὲ τούτων ἐστὶν ἀπονεύρωσις
εἰς ὅλον τὸν μέγαν δάκτυλον ἐμβάλλουσα κατὰ μῆκος,
ὑφ’ ἧς ἐκτείνεται. ποιεῖται δὲ τὴν ἔκφυσιν ὁ τῆς ἀπονευρώσεως
ταύτης μῦς ἰσχνὸς ὢν ἱκανῶς ἐκ τῆς μεταξὺ χώρας
κνήμης τε καὶ περόνης ἀμφοτέρων ἀντιλαμβανόμενος τῶν
ὀστῶν. ὅταν δὲ ἐγγὺς ᾖ τῷ μεγάλῳ δακτύλῳ σύνδεσμόν τινα
διεξέρχεται τοιαύτην ἔχοντα χρείαν, οἵαν ἐπὶ τῶν ἁρμάτων
οἱ κυκλίσκοι, δι’ ὧν τὰς ἡνίας διεκβάλλουσι καὶ δύναιτ’ ἄν
τις τοὺς τρεῖς μῦς τούτους ἕνα νομίζειν, ὁ δὲ μετ’ αὐτὸν ὁ
τοὺς δακτύλους ἐκτείνων, ἄρχεταί τε ἀπὸ τῆς κεφαλῆς τῆς
περόνης καθὰ συνάπτεται τῇ κνήμῃ καὶ συμπάσῃ παραπέφυκεν
αὐτῇ μακρὸς πάντων, μέσος κείμενος τῶν ἔμπροσθεν
μυῶν. ἡ δὲ ἄνωθεν ἔκφυσις ἡ πρώτη τοῦ μυὸς τούτου σύνδεσμός
ἐστιν ἐκ τῶν δεξιῶν μερῶν τῆς κνήμης ἐκπεφυκὼς
παρ’ αὐτὴν ἀκριβῶς τὴν κεφαλὴν τῆς περόνης, μετὰ δὲ
τούτους τρεῖς ἄλλοι μύες εἰσὶν ἐκ τοῦ τῆς περόνης ὀστοῦ
τὴν ἔκφυσιν ἔχοντες· εἶς μὲν τὸν μέγαν δάκτυλον κάμπτων
Work
Title: De Musculorum Dissectione ad Tirones
English: On the Dissection of Muscles
Original: Περὶ μυῶν ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 926-1026
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_115.xml [187 Kb]