De Musculorum Dissectione ad Tirones (On the Dissection of Muscles)
Kühn 1830
τῆς ταπεινῆς πλευρᾶς ἀρχόμενος· εἶτα ἐκ τῶν ὀπίσω τε
καὶ ἔνδον μερῶν ὑποδυόμενος τὸν βραχίονα, κἄπειτα καταφυόμενος
εἰς αὐτὸν ὑψηλοτέρᾳ τε ἄμα καὶ μακροτέρᾳ καὶ
ἰσχνοτέρᾳ καὶ συνεχεῖ καταφύσει τῇ τοῦ προειρημένου μυός·
αὕτη μὲν οὖν ἐκ τῶν ἔνδον μερῶν ἐστι τοῦ βραχίονος ψαύουσα
τῆς προειρημένης ἀπονευρώσεως, ἀνωτέρω δέ ἐστι ταύτης
εἰς αὐτὴν ἤδη τὴν κεφαλὴν τοῦ βραχίονος ὁ ἐκ τῶν ἔνδον
ἐμφύεται μερῶν τένων τοῦ κατειληφότος μυὸς τὸ σιμὸν τῆς
ὠμοπλάτης εὔῤῥωστός τε καὶ πλατὺς ὑπάρχων. ἡ δὲ τοῦ
τὴν μεταξὺ χώραν τῆς τε ῥάχεως καὶ τῆς ὠμοπλάτης καὶ
τῆς ὑψηλοτέρας πλευρᾶς κατειληφότος ἀπονεύρωσις εἰς αὐτὸ
τὸ ὑψηλότατον ἐμφύεται τῇ κεφαλῇ τοῦ βραχίονος οὐ κατὰ
τὸ πρὸς τῇ κλειδὶ μόριον αὐτῆς, εἰς ὅπερ ὁ προειρημένος,
ἀλλ’ ὅσον ἐκτὸς ἀποτέτμηκεν ἡ μείζων κεφαλὴ τοῦ κατιόντος
μυὸς εἰς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν. συνεχὴς δὲ τῇ
προειρημένῃ καταφύσει καὶ ὁ ἐκ τῶν κάτω μερῶν τῆς ἐν
ὠμοπλάτῃ ῥάχεως ὁ κατειληφὼς ἅπαν τὸ ἐν μέσῳ χωρίον.
Work
Title: De Musculorum Dissectione ad Tirones
English: On the Dissection of Muscles
Original: Περὶ μυῶν ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 926-1026
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_115.xml [187 Kb]