De Musculorum Dissectione ad Tirones (On the Dissection of Muscles)
Kühn 1830
ἐπιτομὴν ἐποιήσατο τῶν τοῦ πατρὸς ἀνατομικῶν συγγραμμάτων,
ἅμα τοῖς ἄλλοις ἅπασι μορίοις καὶ αὐτὸς ἔγραψε τὴν
τῶν μυῶν ἀνατομήν. ἐμηκύνθη δὲ τὸ τοῦ Λύκου βιβλίον,
ὅτι τε μακρότερον ἑρμηνεύει πάντα καὶ ὅτι λογικὰς ζητήσεις
ἀνέμιξε τοῖς ἐξ ἀνατομῆς φαινομένοις· ἔτι τε πρὸς τούτοις
ὅτι περὶ παθῶν ἐποιήσατο λόγους πολλοὺς, ὧν ἔνια
κατ’ οὐδὲν ᾠκείωται ταῖς τῶν μυῶν ἀνατομαῖς. Αἰλιανὸς
δὲ καὶ Πέλοψ μόνα τὰ φαινόμενα διῆλθον, ἅπερ οὐχ ἥκιστα
κἀγὼ νῦν ἔγνωκα πρᾶξαι. περὶ μὲν γὰρ τῆς κινήσεως
τῶν μυῶν ἑτέρωθι διὰ δυοῖν ὑπομνημάτων εἴρηταί μοι, περὶ
δὲ τῆς χρείας ἅμα τοῖς ἄλλοις ἅπασιν ἐν τῇ μεγάλῃ πραγματείᾳ
τῇ περὶ χρείας μορίων, καὶ μέντοι καὶ ὡς ἄν τις
κάλλιστα γυμνάσειεν οὐ τοὺς μῦς μόνον, ἀλλὰ καὶ τὰ ἄλλα
πάντα τοῦ ζώου μόρια, διὰ τῶν ἀνατομικῶς ἐγχειρήσεων λέγεται.
ὅθεν οὐδὲν προῃρούμην ἰδίᾳ τι γράψαι περὶ μυῶν
ἀνατομῆς· ἀλλ’ ἐπειδὰν εἰς ἓν ἀθροίζω πάντα τὰ κατὰ τὰς
ἀνατομὰς ὑφ’ ἡμῶν εἰρημένα, τηνικαῦτα καὶ τὰ παραλελειμμένα
Work
Title: De Musculorum Dissectione ad Tirones
English: On the Dissection of Muscles
Original: Περὶ μυῶν ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 926-1026
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_115.xml [187 Kb]