De Musculorum Dissectione ad Tirones (On the Dissection of Muscles)
Kühn 1830
τοῖς ἔμπροσθεν ἰατροῖς, εἰ μὴ καλῶς εἰρημένα περὶ
μυῶν ἐγνώκειν δηλῶσαι. τῶν δ’ ἑταίρων ἔνιοι γυμνάζεσθαι
βουλόμενοι καθ’ ἑαυτοὺς ὑπομνήσεις τινὰς ἔχειν ἠξίωσαν
ὧν ἐθεάσαντο δεικνυμένων παρ’ ἐμοῦ, καὶ τοῦτο ἠνάγκασάν
με γράψαι τὸ βιβλίον. ὧν τὰ μὲν φαινόμενα πάντα
κατὰ τὴν ἀνατομὴν τῶν μυῶν ἐκδιδάσκω· ὑπὲρ δὲ τῆς ἐνεργείας
ἀπόδειξιν μὲν οὐδεμίαν ἔχω, ἀναμιμνήσκω δὲ τὰ κεφάλαια
τῶν ἐν ἑτέροις ἀποδεδειγμένων. ἐπιμνησθῆναι δέ
με καὶ τῶν εἴ τι παρέλιπεν ἢ οὐκ ἀκριβῶς εἶπεν ὁ Λύκος
ἠξίωσαν. ἐπειδὴ σαφέστατά τε καὶ κάλλιστα πάντων οὗτος
ἀνατετμηκέναι μῦς πεπίστευται· ἃ μὲν οὖν ἐπαγγέλλεται τὸ
γράμμα, ταῦτά εἰσιν. ἤδη δὲ ἐπὶ τῶν διεξόδων αὐτῶν βαδιοῦμεν.
ὅστις ἐθέλει γυμνάζεσθαι περὶ τὴν τῶν μυῶν ἀνατομὴν
ἐν ὕδατι πνίξας πίθηκον ἐκδειράτω πρότερον αὐτὸν,
ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται· πολλοὶ γὰρ ἐν
τούτοις διαμαρτάνουσι τοῖς ἐπιτυχοῦσιν ἐπιτρέποντες τὸ ἔργον.
Work
Title: De Musculorum Dissectione ad Tirones
English: On the Dissection of Muscles
Original: Περὶ μυῶν ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 2
Pages: 926-1026
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_115.xml [187 Kb]