Digital Corpus for Graeco-Arabic Studies

Galen: De Compositione Medicamentorum secundum Locos I-VI (On the Composition of Drugs according to Places I-VI)

Kühn 1826

φαρμάκοις οἱ πολλοὶ τῶν ἰατρῶν οὐ μόνον ἀποτυγχάνουσιν ἐνίοτε μεγάλως, ἀλλὰ καὶ βλάπτουσιν ἰσχυρῶς, ὡς ἀνίατον ἐργάζεσθαι τὴν διάθεσιν, ὅπερ αὐτοῖς συμβαίνει καὶ κατ’ ἄλλα φάρμακα πολλὰ, χωρὶς μεθόδου χρωμένοις. ἐγὼ δ’ ὅπερ Ἱπποκράτης ἐκέλευσεν, ἀεὶ πεπείραμαι πράττειν ἐπὶ τῶν τῆς τέχνης ἔργων, ὡς τὸ προσφερόμενον βοήθημα, καθάπερ ἐκεῖνος ἔγραψεν, ὠφελέειν ἢ μὴ βλάπτειν. ὅτι δ’ ἡ χωρὶς μεθόδου τῶν φαρμάκων χρῆσις οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτει πολλάκις, ἔνεστί σοι μαθεῖν ἐντεῦθεν· ἤδη γὰρ αὐτοῦ τοῦ προκειμένου καιρὸς ἄρξασθαι.

[Περὶ ἀλωπεκίας καὶ φαλακρώσεως καὶ ὀφιάσεως.] Καθάπερ τῶν φυτῶν ἔνια μὲν ὑγρότητος ἐνδείᾳ διαφθείρεται ξηραινόμενα, τινὰ δ’ ὑγροῖς ἀλλοτρίοις τῆς ἑαυτῶν φύσεως ὁμιλοῦντα, τὸν αὐτὸν τρόπον καὶ ταῖς θριξὶν ἤτοι δι’ ἔνδειαν ὑγρῶν, ὑφ’ ὧν τρέφεσθαι πεφύκασιν, ἢ διὰ φαυλότητα φθείρεσθαι συμβαίνει. δι’ ἔνδειαν μὲν ὑγρῶν ἡ φαλάκρωσις γίγνεται, διὰ μοχθηρίαν δὲ χυμῶν ἀλωπεκία τε καὶ ὀφίασις, ἓν μέν γε ἄμφω κατά γε τὴν νοσώδη διάθεσιν

Work

Title: Galen: De Compositione Medicamentorum secundum Locos I-VI
English: On the Composition of Drugs according to Places I-VI
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 12

Pages: 378-1007

Publisher: Cnobloch, Leipzig

Download