De Compositione Medicamentorum secundum Locos I-VI (On the Composition of Drugs according to Places I-VI)
Kühn 1826
οὖσαι πάθος, ὀνόματα δ’ ἐσχηκυῖαι διαφέροντα παρὰ τὸ
σχῆμα. παραπλήσιον γὰρ ὄφει τὸ βεβλαμμένον μέρος τῆς
κεφαλῆς φαίνεται κατὰ τὰς ὀφιάσεις· αἱ δ’ ἀλωπεκίαι διὰ
τοῦτο, ὥς φασιν, οὕτως ὠνομάσθησαν, ὅτι συνεχῶς γίγνονται
ταῖς ἀλώπεξιν. ἡμεῖς δὲ διὰ τί μὲν ὠνομάσθησαν οὕτως οὐ
ζητοῦμεν, ὅπως δὲ γίγνονται ζητήσαντες ὑγρῶν μοχθηρῶν
περιουσίαν αἰτίαν εὕρομεν. ὁποῖα δέ ἐστι ταῦτα, διὰ τῆς
χροιᾶς τοῦ τῆς κεφαλῆς δέρματος διαγνώσῃ. φαίνεται γὰρ
ἐνίων μὲν ἐπὶ τὸ λευκότερον ἐκτρεπόμενον, ἐνίων δ’ ἐπὶ τὸ
μελάντερον ἢ ὠχρότερον, ὥστε καὶ κάθαρσιν πρῶτον ἐπ’ αὐτῶν
ἐργάσῃ τοῦ παντὸς σώματος, ἤτοι φλέγματος ἀγωγὸν
δοὺς φάρμακον ἢ χολῆς ὠχρᾶς ἢ μελαίνης, ἐκ τῆς
χροιᾶς τεκμαιρόμενος τὸν πλεονάζοντα χυμόν. ἐγὼ δ’ ἀεὶ
διὰ τῆς ἱερᾶς ἐκάθηρα, προσβαλὼν ἐνίοτε μὲν ἐλλεβόρου μέλανος,
εἰ μελαγχολικώτερον ἐβουλόμην ἐκκαθᾶραι χυμὸν, ἐνίοτε
δὲ σκαμμωνίας εἰ πικρόχολον. εἰ δὲ φλεγματικώτερον
ἐπικρατεῖν ὑπέλαβον, οὐδὲν ἔμιξα. τοὺς γὰρ τοιούτους, καὶ
μάλιστα ἐκ τῆς κεφαλῆς, ἡ διὰ τῆς κολοκυνθίδος ἱερὰ καθαίρειν
Work
Title: De Compositione Medicamentorum secundum Locos I-VI
English: On the Composition of Drugs according to Places I-VI
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 12
Pages: 378-1007
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-1.xml [1.2 Mb]