De Compositione Medicamentorum secundum Locos I-VI (On the Composition of Drugs according to Places I-VI)
Kühn 1826
τοῦ κεκαυμένου λίθου, καὶ τοῦτο ποιεῖν ἄχρις ἂν ἅπαντα
σβεσθῇ, τηνικαῦτα δὲ παύεσθαι, καὶ οὕτω πάλιν εἰς τὸ χυτρίδιον
ἐμβάλλοντας αὐτὰ καίειν αὖθις, ἐνιστάντας τὸ χυτρίδιον
ἄνθραξι διακεκαυμένοις, ὡς μηδὲν ἔχειν καπνῶδες, ῥιπίζειν
δὲ τούτους ἕνεκα τοῦ θᾶττον γενέσθαι τὴν καῦσιν. εἶθ’
ὅταν διάπυροι γενηθῶσιν οἱ λίθοι καὶ μηκέτ’ ἀναφέρηται
μηδεμία λιγνὺς, ἐκχέοντας πάλιν αὐτοὺς σβεννύειν οἴνῳ Φαλερίνῳ
ἤ τινι τῶν κιῤῥῶν καὶ εὐωδῶν, οἷος ὁ Τμωλίτης,
Ἀριούσιός τε καὶ Λέσβιος, εἶτα πάλιν εἰς τὸ χυτρίδιον
ἐμβάλλοντας ἐκ τρίτου καίειν, κᾀπειδὰν διάπυρος ὁ λίθος
γένηται, σβεννύειν αὖθις μέλιτι Ἀττικῷ μὴ πολλῷ, γενήσεται
γὰρ οὐ ξηρὸν τὸ φάρμακον, ἀλλ’ ἔχον τι γλισχρότητος.
ἔστω δέ σοι προλελειωμένα πλείοσιν ἡμέραις ἀκριβῶς, ὡς
χνοώδη γεγονέναι τὰ ὑπογεγραμμένα. ♃ χαλκοῦ κεκαυμένου
γο α΄. ὅπερ ἐστὶ δραχ. η΄. πεπέρεως λευκοῦ τὸ ἴσον,
φύλλου μαλαβάθρου τὸ ἴσον, στίμμεως τὸ ἡμιόλιον, ὅπερ
ἐστὶ δραχ. ιβ΄. τούτοις μίγνυε τοῦ κεκαυμένου λίθου λίτραν α΄.
κᾀπειδὰν ἅπαντα καλῶς λειωθῇ καὶ μέλλῃς ἀνελέσθαι τὸ
Work
Title: De Compositione Medicamentorum secundum Locos I-VI
English: On the Composition of Drugs according to Places I-VI
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 12
Pages: 378-1007
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-1.xml [1.2 Mb]