De Compositione Medicamentorum secundum Locos I-VI (On the Composition of Drugs according to Places I-VI)
Kühn 1826
ἐχουσῶν τὴν γένεσιν. οὐ γὰρ κατὰ πρῶτον λόγον ἡ φύσις
αὐτὰς εἴωθε γεννᾷν, ἀλλὰ κατά τι συμβεβηκός. αἵ γε μὴν
κατά τε βλέφαρα καὶ τὰς ὀφρῦς ἐδείκνυντο χρείαν οὐ μικρὰν
παρέχουσαι τοῖς ζώοις. αἱ δ’ ἐπὶ τῶν γενείων τε
καὶ τῶν αἰδοίων ἕνεκα μικροτέρων χρειῶν γεγονέναι δοκοῦσι,
διὸ καὶ τὰ πάθη μάλιστα μὲν τῶν ἐν ὀφθαλμοῖς τε καὶ
ταῖς ὀφρύσιν ἐπὶ τὴν ἑαυτῶν θεραπείαν ἡμᾶς προτρέπει,
δεύτερα δ’ ἐπ’ αὐτοῖς τῶν κατὰ τὴν κεφαλὴν, εἶτα γενείων
τε καὶ αἰδοίων. ἔστι δὲ τὰ πάθη τῶν τριχῶν ἥ τε παντελὴς
ἀπώλεια καὶ ἡ κατὰ χρόαν ὑπαλλαγὴ, καθάπερ ἐν ταῖς
καλουμέναις λεύκαις γίνεται, καὶ πρὸς τούτοις ἐν ἀλωπεκίαις
τε καὶ ὀφιάσεσιν οὐ μικρὰ καὶ ἀπρεπὴς ἅμα βλάβη
γίγνεται τῶν τριχῶν. ἔνιοι μὲν οὖν ὑπέσχοντο καθάπερ
ταύτας, οὕτω καὶ τὰς ἀρχομένας φαλακρώσεις κωλύειν αὐξηθῆναι.
εἰσὶ δ’ οἳ τοῦτο μὲν ἀδύνατον εἶναί φασιν, ἐπὶ δὲ
τὴν τῶν ἀλωπεκιῶν τε καὶ ὀφιάσεων ἀφικόμενοι θεραπείαν
ἔγραψαν φάρμακα δι’ ὧν ἐπαγγέλλονται τελέως αὐτὰς ἰάσασθαι.
καὶ δὴ καὶ χρώμενοι τοῖς γεγραμμένοις ὑπ’ αὐτῶν
Work
Title: De Compositione Medicamentorum secundum Locos I-VI
English: On the Composition of Drugs according to Places I-VI
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 12
Pages: 378-1007
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-1.xml [1.2 Mb]