De Compositione Medicamentorum secundum Locos I-VI (On the Composition of Drugs according to Places I-VI)
Kühn 1826
ταχέως. αἱ γὰρ πολλαὶ παραγωγαὶ σείουσι τὸν ὀδόντα
δεόμενον ἀκινησίας, εἰ μέλλοι παγήσεσθαι. ποτὲ μὲν οὖν ἐξοχαί
τινες ἀνώμαλοι φαίνονται τῶν ὀδόντων κατά τινα μέρη
ῥινήσεως δεόμεναι, ἔσθ’ ὅτε δὲ καὶ ὁμαλὲς ἔχουσαι τὸ πέρας
ὁμαλοῦς καὶ τῆς ῥινήσεως δέονται. χρὴ δὲ περιθέντα τοῖς
οὔλοις ἄχρι τῆς ῥίζης τῶν ὀδόντων ὀθόνην μαλακὴν, εἶτα
περιλαμβάνοντα πράως τοῖς δακτύλοις τῆς ἀριστερᾶς χειρὸς,
ἀσφαλῶς τε ἅμα καὶ ἀθλίπτως, ὅπως μὴ σείοιτο ῥινώμενος,
οὕτως ἐπιχειρεῖν τῇ χειρουργίᾳ. ἐὰν δὲ ἀλγήματος αἰσθάνηται
ἐν τῷ παράγεσθαι τὴν ῥίνην καὶ μὴ διακρατεῖσθαι σφοδρότερον
τοῖς δακτύλοις τὸ πεπονθὸς, παύεσθαι μὲν ἐν τῷ
παραυτίκα, προσενεγκόντα δὲ ἐν τῷ μεταξὺ τῶν ῥηθησομένων
τι φαρμάκων αὖθις ἐπιφέρειν, ὡς εἴρηται, βραχύ τε διαστήσαντα
μέχρι τοῦ κατὰ τὸν ὀδόντα πέρατα ἀποτρῖψαι, καὶ
τοῦτο ποιεῖν οὐ τῇ πρώτῃ μόνον ἡμέρᾳ δίς που καὶ τρὶς,
ἀλλὰ τῇ δευτέρᾳ προστάξαντα τῷ πάσχοντι μήτε διαλέγεσθαί
τι μήτε σκληρὸν ἔδεσμα προσφέρεσθαι, χρῆσθαι δὲ
Work
Title: De Compositione Medicamentorum secundum Locos I-VI
English: On the Composition of Drugs according to Places I-VI
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 12
Pages: 378-1007
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-1.xml [1.2 Mb]