
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
βούτυρος· ἀφέψημά τε γλυκείας ῥίζης εἰς πάχος ἠγμένον
Ἀττικοῦ μέλιτος ὑγροῦ. τὴν μέντοι γλυκεῖαν ῥίζαν, ἣν
γλυκύῤῥιζαν ὀνομάζουσιν, ἄμεινον ἐν τῷ πρώτῳ καιρῷ καθεψήσαντας,
ὡς ἔφην, ἐν ὕδατι μῖξαι τὸ ἀφέψημα τῷ ἐκ
τοῦ γλεύκους γεγονότι σιραίῳ, καλουμένῳ δ’ ὑφ’ ἡμῶν
τῶν κατὰ τὴν Ἀσίαν ἡμετέραν ἑψήματι. μιγνύναι δὲ τοῦτο
καὶ γλυκεῖ Κρητικῷ, καὶ πάλιν δὲ ἕψειν μετὰ τὴν μίξιν, ἐάν
τε ἑψήματι τύχῃ μιχθὲν, ἐάν τε τῷ Κρητικῷ γλυκεῖ. ταῦτα
μὲν οὖν ἐπὶ ταῖς φλεγμονώδεσι διαθέσεσιν κατά τε τὴν ἀρτηρίαν
τε καὶ τὸν λάρυγγα χρήσιμα κατ’ ἀρχάς ἐστιν, ἄχρις
ἂν ἡ φλεγμονὴ μετρία γένηται. καὶ πρὸ πάντων οἴνου πόσεως
ἀπεχέσθω κατὰ τὸν καιρὸν τοῦτον. ὅταν δὲ μετριώτερα
γένηται τὰ τῆς φλεγμονῆς, τὸν γλυκὺν Θηραῖον ἢ τὸν
Σκυβελίτην ἔξεστι πίνειν ἢ τὸν ἐξ ἡμετέρας Ἀσίας, μάλιστα
μὲν Καρύϊνον, ἐφεξῆς δὲ τὸν Θηραῖον ὀνομαζόμενον, εἶτα
καὶ τὸν γλυκὺν Τμωλίτην, ἐν ᾧ καιρῷ καὶ τὸ βούτυρον ἐπιτήδειόν
ἐστι καὶ τὸ διὰ τῶν ἀμυγδάλων ῥόφημα καὶ τὸ διὰ
γάλακτος καὶ μέλιτος ἑψηθέντων ἐπιπλέον ἐπεμβληθέντος
ἀμύλου. κᾂν ἄμυλον δὲ μὴ παρείη, τῆς ὀνομαζομένης παρὰ
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]