
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
χρῶμαι, κᾄπειθ’ ἑξῆς ἔγραψε τὴν ὅλην αὐτῆς σύνθεσιν, ὡδί
πως ἔχουσαν. ♃ σχοίνου ἄνθους, ξυλοβαλσάμου, μαστίχης,
κρόκου, νάρδου Ἰνδικῆς, ἀσάρου, κινναμώμου
ἀνὰ δραχ. στ΄. ἀλόης πεπλυμένης δραχ. ρ΄. ὁμοῦ λεάνας ἀποτίθεσο,
δίδου νήστει κοχλιάρια β΄. οἱ δὲ ἓν, μεθ’ ὕδατος ψυχροῦ
κυάθων δ΄. ἢ θερμοῦ. ταῦτα μὲν οὖν ὁ Ἀνδρόμαχος ἔγραψεν,
οὔτε τίνας ὀνομάζει στομαχικοὺς δηλώσας οὔτε εἰ πᾶσιν
αὐτοῖς ἁρμόττει τὸ φάρμακον οὔτ’ εἰ πλείοσιν. ἐμοὶ τοίνυν
ἀναγκαῖον εἰπεῖν, ἐπειδὴ τῶν λεγομένων στομαχικῶν
ἔνιοι μὲν ὑπὸ τῆς εἰρημένης ἀρτίως ἱερᾶς ὀνίναται μεγάλως,
ἔνιοι δὲ βλάπτονται. οἱ μὲν γὰρ πολλοὶ τῶν ἀνθρώπων
τούς τε ἀνορέκτους οὕτω καλοῦσι καὶ ὅσοις μετὰ τὸ
προσάρασθαι τὴν τροφὴν τὸ τῆς γαστρὸς στόμα βαρύνεταί
τε καὶ θλίβεται καί τινα δύσφορον ἄσην ἔχει. καλοῦσι δ’
ὡσαύτως κᾀκείνους, οἷς ἐπιγίνεται ναυτία, καὶ μᾶλλόν γε
ὅταν εἰς ἔμετον ὁρμήσῃ, καὶ μᾶλλον ἔτι μετὰ τοῦ διαφθείρεσθαι
τὰ σιτία, ποτὲ μὲν ὀξώδη γινόμενα, ποτὲ δὲ καὶ κνισώδη,
ποτὲ δὲ καὶ ἄλλην ποιότητα μοχθηρὰν ἐπικτώμενα.
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]