
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
καὶ τούτων ἁπάντων ἔτι μᾶλλον ἐκείνους στομαχικοὺς ὀνομάζουσιν,
ὅσοις ἐρυγαὶ τοιαῦται μετὰ δυσφορίας τινὸς καὶ
ἄσης καὶ ἀνατροπῆς γίνονται, πολλάκις οὐδέπω τροφὴν προσενεγκαμένοις.
κᾂν ἐπὶ πλεῖστον δὲ χρόνον ἐν τῷ στόματι
τῆς γαστρὸς διαμένῃ τὰ σιτία βαρύνοντα καὶ μόλις ὑποβιβαζόμενα,
καὶ τούτους στομαχικοὺς ὀνομάζουσιν. ἑτέρους δὲ
τὴν καλουμένην ὄρεξιν κυνώδη ἴσχοντας, ὡς ἐσθίειν τε πλεῖστα
καὶ βαρυνομένους μάλιστα ὀλίγον ὕστερον ἐμεῖν, ὁμοίως
προσαγορεύουσιν, ἄλλους δὲ ἰσχυρῶς ἐκλυομένους, ὅταν ἐπὶ
πλεῖον ἀσιτήσωσι, κᾂν μὴ θᾶττον ἐπὶ τὴν τῶν σιτίων ἀφίκωνται
προσφορὰν, δακνομένους τὸ τῆς γαστρὸς στόμα, καλοῦσιν
ὡσαύτως στομαχικούς. αὐτῶν δὲ τούτων ἔνιοι ναυτιώδεις
γίνονται ῥᾳδίως, εἰ μὴ θᾶττον προσάροιντο πόμα
καὶ σιτία. κατὰ μέθοδον οὖν λογικὴν ὁ τὰ βοηθήματα εὑρίσκων
ἐπὶ τὴν τῆς διαθέσεως ἀφικνεῖται ζήτησιν, ἧς εὑρηθείσης
εὐπορήσειν ἐλπίζει τῶν οἰκείων αὐτῇ βοηθημάτων.
ὁ δὲ διὰ μόνης τῆς πείρας ἀθροίζων τὰ βοηθήματα περίπτωσίν
τε τὴν ἑαυτοῦ περιμένει καὶ τὴν τῶν ἔμπροσθεν ἱστορίαν
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]